Unit 17 rem early
Rem early: Unit 17; lemma and argument toward the thesis.
Greek
δὲ τῶν βασιλείων θησαυρῶν αὐξήσεις οὐ σφόδρα διὰ σπουδῆς ἄγων. Βέλτιον γάρ οἱ εἶναι ἐδόκει τὰς δημοσίας χορηγίας ἐν ταῖς τῶν ὑπηκόων περιουσίαις ἔχειν τὸ βέβαιον, ἢ ὑπὸ ἓν κλεῖθρον τὸν ἁπάντων κατακεκλεῖσθαι πλοῦτον. Οὕτω δὲ ἄρα μέτριός τις ἦν καὶ λιτὸς ἔς τε τὰ ἄλλα καὶ ἐς τὴν καθ' ἡμέραν τοῦ βίου δίαιταν, ὡς μήτε κοῖλον ἄργυρον ἐς πλῆθος κεκτῆσθαι, μηδὲ ἕτερόν τι πρὸς τρυφὴν βλέπον, ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς κοσμεῖν τὰ βασίλεια, ὅθεν καὶ Παῦπερ ὠνομάζετο. Ἐποίει γὰρ δὴ πολλὴν τὴν ἐπ' αὐτὸν τῶν ἀρχομένων εὔνοιαν ὅ τε οἰκεῖος τρόπος πρὸς τὸ βέλτιστον καὶ ὠφελιμώτατον ἠσκημένος, καὶ οὐχ ἥκιστα ἡ τῶν ἔμπροσθεν ἡγησαμένων φύσις, ἀσμένως τῶν Γαλατῶν (τήν τε ὕποπτον ∆ιοκλητιανοῦ σύνεσιν καὶ τὴν Μαξιμιανοῦ ὠμότητα ἐννοούντων) τοὺς αὐχένας ὑποκλινάντων τῇ τούτου πρᾳότητι. 169 Exc. De virt.: Ὅτι ὁ Γαλέριος ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεωτερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος, ἐπὶ καταλύσει τῆς τε τῶν Πραιτωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἑρκούλιον ἀνεῖπον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. Ὃς ἀφικόμενος πρὸς τὴν Ῥώμην, τὰ μὲν πρῶτα περιιὼν ἐπολιόρκει τὸν Μαξέντιον. Καταληφθεὶς δὲ ἀδοκήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας, φεύγει, καὶ ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. Συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις, καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. Ἀλλ' ὅμως ὁ Ἑρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν, οὐ πολλῷ ὕστερον, ἐγερθέντων εἰς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι τὸν παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. Καταστασιασθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν, καὶ κινδυνεύσας ἀναιρεθῆναι, ἀπῆλθεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κων σταντίνου, κηδεστοῦ ὄντος, ἀνυπόπτως ὑποδεχθείη. Γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν Κωνσταντῖνον. Πολλὴ δέ τις κατεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον, διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φράγκους γάρ τε καὶ Ἀλαμανοὺς, οἳ Κελτῶν εἰσὶ δυνατώτεροι, πανστρατιᾷ διαφθείρας, καὶ τοὺς ἡγεμόνας τούτων ἑλὼν, ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν. Ἀνοιχθείσης οὖν τῆς ἐπιβουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἑρκούλιος, καταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διεγνώκει, τιμωρίαν ἐξέτισεν, ἀναιρεθεὶς ἐν δίκῃ. 65 170 ΚΩΝΣΤΑΝΤΙΝΟΣ. Exc. De virt.: Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς τὸν υἱὸν Κομμόδης διαφθείρει δόλῳ, καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτηδείων. ∆ιὸ δὴ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.