Historia Chronike · §u18-rem-close

Unit 18 rem close

Rem CLOSEOUT: Unit 18 CLOSEOUT.

Greek

πολέμοις ἄριστος. Ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος μέγιστον ἐκίνει κατὰ τῶν Χριστιανῶν διωγμὸν, ὡς πολλοὺς μὲν ἐν τοῖς δικαστηρίοις ἀναιρεῖσθαι, 69 πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. Καθ' ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος, καὶ τῆς ἐν Κωνσταντίνου πόλει Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος. 183 Exc. Salm.: Οὐαλεντινιανὸς ὁ μέγας. Οὐαλεντινιανῷ προσῆλθε γυνὴ χήρα, τῆς οὐσίας αὐτῆς ὑπὸ Ῥοδανοῦ πραιποσίτου ἁρπαγείσης· ὁ δὲ ἐπέτρεψε Σαλουστίῳ κρῖναι αὐτὴν, καὶ κατεκρίθη ὁ Ῥοδανὸς ἀποδοῦναι τὰ ἁρπαγέντα. Ὡς δ' οὐκ ἐπείθετο, καὶ ἡ γυνὴ ὤχλει, ἔκαυσεν αὐτὸν ἐν τῷ ἱπποδρόμῳ ὁ βασιλεύς. 184 Exc. De insid.: Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ, Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος, ἐπανίσταται τῇ Κωνσταντίνου πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε γίνεται φόνων καὶ συμφορῶν αἴτιος. Καὶ μέχρι μὲν οὖν τινὸς τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βραβευούσης, ἔμενεν ὁ τύραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν Νακολείᾳ πόλει Οὐάλεντι προσήχθη· ἐκεῖ τε δύω δένδρων ἐκδεθεὶς διεσπα ράχθη. Καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλκηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ, καὶ αὐτὸν ἐξυβρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρε, καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κωνσταντίνου λουτρὸν μεταφέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκεκολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. 2. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστιανίζειν παρασκευάσας, ὑπ' αὐτῶν ὕστερον ἐπολεμεῖτο, ὡς καὶ μέχρι τειχῶν τῆς πόλεως ἀφικέσθαι. Ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους, ἐκ τῆς εἰς βασιλείαν ὑποψίας· καὶ ἁπλῶς εἰπεῖν, ἐκινδύνευον ἅπαντες, ὅσοι τὸ Θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν· αὐτίκα δὲ κατὰ τῶν βαρβάρων ἐχώρει· καὶ τελευτᾷ ἡττηθείς. t185 ΓΡΑΤΙΑΝΟΣ. 185 Exc. De virt.: Ὅτι Γρατιανὸς ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου τελευτὴν, αὐτίκα πρὸς τὴν ἑῴαν Ῥώμην διέθει, καὶ καταγνοὺς τῆς τοῦ θείου Οὐάλεντος περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ' ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδιδοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκκλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτηρίων εἴργεσθαι Εὐνομιανοὺς, Φωτεινιανοὺς, Μανιχαίους.

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.