Historia Chronike · §u18-rem-mid

Unit 18 rem mid

Rem mid: Unit 18; lemma continues; reading with the letter.

Greek

Μάρκῳ Ἀντωνίῳ προσόμοιος ἦν, ὃν δὴ καὶ ζηλοῦν ὡς ἐπίπαν ἐσπούδαζεν. t181 ΙΟΒΙΑΝΟΣ. 181 Ibid.: Ὅτι Ἰοβιανὸς ὁ βασιλεὺς Ῥωμαίωνὁ μετὰ Ἰουλιανὸν ἄρξας τῇ τοῦ πατρὸς μᾶλλον ἤπερ τῇ οἰκείᾳ δόξῃ τοῖς περὶ τὸ στρατόπεδον ἔγνωστο. Ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. Ἐλθὼν δὲ εἰς Νίσιβιν πόλιν πολυάνθρωπον καὶ εὐδαίμονα, δύω μονῶν ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσαπερ εἶχε χρήματα κατηνάλωσε, τοῖς ἐν αὐτῇ κατοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· νυκτός τε ὑπεχώρησε χαίρειν αὐτῇ πολλὰ φράσας, ὥσπερ ἐχθρῷ καὶ νεκρῷ σώματι μηδὲ δάκρυον ἐπισταλάξας, δι' ἣν αὐτός τε ἐσώθη καὶ τοὺς ὑπολειφθέντας ἐκ τῶν τοῦ πολέμου κινδύνων διέσωσεν· ἄνθρωπος οὐ δι' ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν εἰς τοσοῦτον τύχης προελθών. Ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα, οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζε. ∆ιόπερ καὶ τὴν Νισιβηνῶν πόλιν φεύγων, ὡς εἰπεῖν, ᾤχετο, ἀπολαῦσαι σπουδάζων τῷ συμβάντι αὐτῷ παρ' ἐλπίδα ἀξιώματι, καὶ γίνεσθαι τῶν Ῥωμαϊκῶν ἐθνῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης· καὶ ἤλαυνεν ἐπὶ Συρίαν μετὰ τοῦ στρατοῦ παντός. Οἱ δὲ Ἀντιοχεῖς οὐχ ἡδέως διέκειντο πρὸς αὐτὸν, ἀλλ' ἀπέσκωπτον αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, μάλιστα μὲν διὰ τὴν τῆς Νισίβιος προδοσίαν, οὐχ ἥκιστα δὲ καὶ περὶ σφῶν αὐτῶν δεδιότες, μή ποτε καὶ αὐτοὺς πρόοιτο, ἀγαπήσας καὶ ἐν ὀλίγῳ μέρει τῆς Ῥωμαϊκῆς οἰκουμένης κρατεῖν· καθαπτόμενοι καὶ τῆς γυναικὸς αὐτοῦ διὰ τὴν τοῦ ἱεροῦ καταστροφήν. Ἀδριανὸς μὲν γὰρ ὁ βασιλεὺς εἰς ἀποθέωσιν καὶ τιμὴν τοῦ πατρὸς Τραϊανοῦ ἔκτισε μικρόν τινα καὶ χαριέστατον ναὸν, ὃν Ἰουλιανὸς ὁ παραβάτης βιβλιοθήκην κατεσκεύασεν· ὃν σὺν τοῖς βιβλίοις Ἰοβιανὸς κατέκαυσε. Καὶ πολλὰ εἰς αὐτὸν εἰπόντων τῶν Ἀντιοχέων, ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιος παραγενόμενος ἔπαυσε τὴν στάσιν καὶ τὸν Ἰοβιανὸν μὴ βουλόμενον παρώρμησεν ὁδοιπορῆσαι, καὶ ταῦτα χειμῶνος ὄντος, ἐπὶ Κιλικίαν καὶ Γαλατίαν. Καὶ Ἰοβιανὸς μὲν ἐν ∆αδαστάνοις ἀφίκετο τὴν τοῦ Χριστοῦ δόξαν ἀνακηρύττων. Ὅτι Ἰοβιανὸς κατὰ τὴν ἡγεμονίαν κοινός τε καὶ ἐλευθέριος ἔδοξεν εἶναι. t18- 2184 ΟΥΛΕΝΤΙΝΙΑΝΟΣ ΚΑΙ ΟΥΑΛΗΣ. 182 Exc. De virt.: Ὅτι Οὐαλεντινιανὸς χριστιανὸς ὢν καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν, οὐδὲν τοὺς ἐναντίους ἠδίκει. Ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρὸς τῶν ἀπειθούντων ἀπαραίτητος, ἐπὶ δὲ τοῖς

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.