Unit 20 rem close
Rem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek
μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. 5. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον, ὀλίγοις ἅμα δορυφόροις, καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. Ὡς δὲ ἀποβὰς τοῦ ἵππου, ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτόν. Καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν· ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα, δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν, καταβάλλει. Ὁ δὲ θραυστήλας τὸν Ἡράκλειον καθεῖλεν, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες, ἐς τὸν Μάξιμον ἀπέτρεχον· ** εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. ∆αιμόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. Μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ' αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. Τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς, ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. 6. Τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχὴν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς ∆ομνίνου, Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν· τῷ δὲ Μαιουρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη· ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν, τῶν βασιλείων ἐκράτει. Οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν, βιάζεται τὴν Εὐδοξίαν, θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. Καὶ Γιζέριχος, ὁ τῶν Βανδήλων ἄρχων, τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς, ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦδε εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην, λάθρα ἐπικαλεσαμένης αὐτὸν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ' αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. Ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμηςἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος, ἔφευγεν ἵππῳ ἀναβὰς, καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ' αὐτὸν ἐλευθέρων οἷς μάλιστα ἐκεῖνος 78 ἐπίστευεν, ἀπολιπόντων, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ πόλεως ἐξιέναι μέλλοντα βαλών τις λίθῳ κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελ θὸν τόν τε νεκρὸν διέσπασε, καὶ τὰ μέλη ἐπὶ κόντῳ φέρων ἐπαιωνίζετο. Ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς τοῦ βίου καταστροφῆς· ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ διαγενομένων τριῶν. Ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην ἐσέβαλε. 202 Ibid.: Ὅτι Ἀβίτου βασιλεύσαντος τῆς Ῥώμης, καὶ λιμοῦ κατὰ τὸν αὐτὸν καιρὸν γενομένου, ἐν αἰτίᾳ τὸν Ἄβιτον ὁ δῆμος ποιησάμενος, ἠνάγκασε τοὺς ἐκ Γαλατίας αὐτῷ συνεισφρήσαντας συμμάχους ἀπάγειν τῆς Ῥωμαίων πόλεως. Ἀπέπεμπε δὲ καὶ τοὺς Γότθους, οὓς ἐπὶ τῇ σφετέρᾳ ἐπήγετο φυλακῇ, χρημάτων αὐτοῖ ποιησάμενος διανομὴν ἐκ τῶν δημοσίων ἔργων, τοῖς ἐμπόροις χαλκὸν ἀποδόμενος· οὐ γὰρ χρυσίον ἐν τοῖς βασιλικοῖς ταμείοις ἔτυχεν ὄν· ὅπερ τοὺς Ῥωμαίους πρὸς στάσιν διανέστησεν, ἀφῃρημένους τοῦ τῆς πόλεως κόσμου. Περιφανῶς δὲ καὶ ὁ Μαιουρῖνος καὶ ὁ Ῥεκίμερ ἐπανίσταντο, τοῦ ἐκ τῶν Γότθων ἀπηλλαγμένοι δέους, ὥστε αὐτὸν, πῇ μὲν τὰς ἐμφυλίους ταραχὰς, πῇ δὲ τοὺς τῶν Βανδήλων πολέμους ὑφοραθέντα, ὑπεξελθεῖν τῆς Ῥώμης, καὶ ἔχεσθαι τῆς ἐπὶ Γαλατίαν ὁδοῦ. Ἐπιθέμενοι δὲ αὐτῷ κατὰ τὴν ὁδὸν, Μαιουρῖνός τε καὶ Ῥεκίμερ, εἰς τέμενος φυγεῖν κατηνάγκασαν, ἀπαγορεύοντα τῇ ἀρχῇ, καὶ τὴν βασίλειον ἀποδυσάμενον στολήν. Ἔνθα οἱ περὶ τὸν Μαιουρῖνον οὐ πρότερον τῆς πολιορκίας ἀπέστησαν, πρὶν ἢ λιμῷ πιεσθεὶς τὸν βίον ἀπέλιπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας διαγενομένων μηνῶν· οἱ δέ φασι ὅτι ἀπεπνίγη. Καὶ τοῦτο μὲν Ἀβίτῳ τοῦ βίου τέλος καὶ τῆς βασιλείας ἐγένετο. 203 ΛΕΩΝ. Ibid.: Ὅτι Μαιουρῖνος, ὁ τῶν Ἑσπερίων βασιλεὺς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τῇ ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις, τὰ δὲ ὅπλοις παρεστήσατο· καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθήκαις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύγνυεν. Ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.