Unit 20 rem mid
Rem mid: Unit 20; lemma continues; reading with the letter.
Greek
στοχάζεσθαι δυναμένων· «Οὐ καλῶς μοι ὁ θάνατος Ἀετίου εἴργασται;» ὁ δὲ, «Εἰ καλῶς, φησὶν, ἢ μὴ, οὐκ οἶδα· γιγνώσκω δὲ ὅτι τῇ λαιᾷ χειρὶ τὴν δεξιάν σου ἀπέκοψας.» 2. Οὗτος οὖν ὁ Μάξιμος ἔρημον Ἀετίου τὸν βασιλέα εὑρὼν, ἀπέκτεινε, καὶ τῇ βασιλίδι Εὐδοξίᾳ συνῆλθεν. Ἦν δὲ αὐτὴ Εὐδοξία θυγάτηρ τοῦ μικροῦ Θεοδοσίου βασιλέως. ∆οκῶν δὲ εἰς εὔνοιαν ἐφελκύσαι αὐτὴν, φησὶν ὅτι «διὰ τὸν πρός σε ἔρωτα αὐθέντης Οὐαλεντινιανοῦ γέγονα·» ἡ δὲ ἐλευθερογνώμων οὖσα, καὶ λογισαμένη ὡς «φεῦ, εἰ παραίτιος ἐγὼ τῆς τοῦ συνεύνου καὶ βασιλέως τελευτῆς,» γράφει Γιζερίχῳ ἤδη Λιβύην κατέχοντι, διὰ τάχους ἐλθεῖν καὶ τὴν Ῥώμην παραλαβεῖν. Ὁ δὲ ἐλθὼν τὴν πόλιν εἷλε, καὶ Εὐδοξίαν καὶ τὴν θυγατέρα αὐτῆς. Μάξιμος δὲ μισηθεὶς διὰ τὸν βασιλέως φόνον διώκεται καὶ ῥᾳδίως ἀναιρεῖται. 201 Exc. De ins.: Ὅτι τὰ τῶν ἑσπερίων Ῥωμαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας, Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὢν, ὡς ἔγνω καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν) τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προαιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισάγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασιλέα, ὡς εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ' αὐτοῦ φθαρήσεται. 2. Ὁ δὲ Βαλεντινιανὸς, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέσθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μαξίμου τε καὶ Ἡρακλείου, καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο, κοινωνεῖν τῷ κρατοῦντι μέλλων ἐπὶ τοῖς βουλεύμασιν, καὶ προνοίας χρυσίον εἰσάγειν πειρώμενος. Ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος προύθηκε καὶ ἀναλογισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς ἀθροισθέντων χρημάτων ἀθρόων, ὁ Βαλεντινιανὸς ἀνακραγὼν ἀνέθορέ τε τοῦ θάκου, καὶ οὐκέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ' αὐτὸν γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτὸν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι κράτους παραδηλῶν (τῆς ἀρχῆς). Τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος, καὶ ἐπειρᾶτο τῆς ἀλόγου ** τοῦ κολεοῦ τὸ ξίφος, σὺν τῷ Ἡρακλείῳ ὥρμησεν, ἤδη καὶ αὐτῷ τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλαμύδα φέροντι (Πριμικέριος γὰρ τῶν κοιτώνων ἦν)· καὶ ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες πληγὰς, ἀνεῖλον αὐτὸν, πολλὰ ἀνδρὸς ἔργα διαπραξά μενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμου. (3) Τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα, νέον ὄντα, ἐπετρόπευσε, διὰ τῆς τῶν βαρβάρων συμμαχίας· τὸν δὲ Βονιφάτιον, σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης, κατεστρατήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐτὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. Ἀνεῖλε δὲ καὶ Φήλικα δόλῳ, τὴν στρατηγικὴν σὺν αὐτῷ 77 λαχόντα ἀρχὴν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. Κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν Ῥωμαίων ἐμβατεύσαντας χωρίοις. Παρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων· ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου ἥκειν ἐπιτάγμασιν. 4. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βαλεντινιανὸς, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ εἰς τὰ μάλιστα κεχαρισμένον. Ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προὔθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσάμενος, πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλαβούμενος, μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. Ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο· ἀλλ' οὐδὲ ταύτης ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος, τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμὰς, παραπείθων τὸν Βαλεντινιανὸν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος, μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἐκείνους μεταφέρειν δύναμιν. Ἐντεῦθεν ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους, καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν, τὸν βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.