Historia Chronike · §u20-rem-early

Unit 20 rem early

Rem early: Unit 20; lemma and argument toward the thesis.

Greek

ἀποστασίαν μελετᾷ ὁ Βονιφάτιος. «Καὶ τοῦτο γνώσῃ σαφῶς· ἐὰν γὰρ μετακαλέσῃ, φησὶν, αὐτὸν, οὐκ ἐλεύσεται.» Καὶ ἐπεὶ ἔγραψεν αὐτῷ ἐλθεῖν ἡ βασίλισσα, ἀληθῆ νομίσας ἐκεῖνος τὰ ὑπὸ Ἀετίου αὐτῷ μηνυθέντα, τὴν Λιβύην ἐνεχείρισε Γότθοις, καὶ οὐδὲ ἐκεῖνος ἐλθεῖν ἐπείθετο. Ὕστερον δὲ σταλέντων τινῶν πρὸς αὐτὸν, καὶ συμβάσεως γενομένης, τὸ ψεῦδος ἠλέγχθη. Κἀκεῖνον μὲν πλέον ἠγάπησεν ἡ βασίλισσα, τὸν δ' Ἀέτιον ἐμυσάττετο μὲν τοιαῦτα ῥᾳδιουργήσαντα, οὐ μέντοι δράσαι τι κακὸν ἠδυνήθη. Τὴν Λιβύην οὔποτ' ἴσχυσεν ἐξ ἐκείνου ἐπανασώσασθαι. 197 Ibid.: Οὐαλεντινιανὸς μικρὸς, οὐχ ὁ τοῦ μεγάλου Οὐαλεντινιανοῦ υἱὸς, ὃς ἦν αὐτῷ ἐκ τῆς δευτέρας γαμετῆς, ἣν ἐπέγημεν ἔτι ζώσης τῆς αὐτοῦ γυναικὸς, ἀλλ' ὁ υἱὸς Κωνσταντίου Κόμητος, τοῦ τιμηθέντος εἰς βασιλείαν Ῥώμης παρὰ Ὀνωρίου τοῦ βασιλέως, καὶ Πλακιδίας ἀδελφῆς Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων. 198 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων, καὶ ὑπὸ πάντων μισούμενος. Τότε μὲν οὖν Ἀττήλας, πρόφασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανίσταται τῇ Ῥωμαίων ἀρχῇ, καὶ τὸν εὐνοῦχον Χρυσάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ' αὐτοῦ ἐπιβουλῆς. Ἐντεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παραγίνονται, καὶ πείθουσιν αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ εὐνούχου ὀργῆς. 199 Ibid.: Ὅτι Θεοδόσιος ὁ νέος πρὸς τὸν Ζήνωνα ἐχαλέπαινεν· ἐδεδίει γὰρ μή ποτε καὶ τυραννίδι ἐπιθῆται, ἀκινδύνου αὐτῷ γενέσθαι * τῆς ἁρπαγῆς. Ὅπερ ἔτι μάλιστα ἐξετάραττεν αὐτόν. Καὶ πᾶσι τοῖς ἁμαρτήμασι ῥᾳδίως νέμων συγγνώμην, χαλεπός τε καὶ ἀμετάτρεπτος ἦν οὐ μόνον κατὰ τῶν τυραννίδα μελετησάντων, ἀλλὰ καὶ τῶν βασιλείας ἀξίων νομισθέντων, καὶ σφὰς ἐκποδὼν ποιεῖν διὰ παντὸς ἐχώρει τρόπου. Καὶ πρὸς τοῖς εἰρημένοις προσώποις καὶ Βαύδωνα καὶ ∆ανίηλον, ὡς τυραννίδι ἐπιθεμένους, ἐξέβαλεν. Ἀπὸ τῆς αὐτῆς τοίνυν προαιρέσεως καὶ τὸν Ζήνωνα ἀμύνασθαι ἐσπουδακὼς, τῆς προτέρας εἴχετο βουλῆς, ὥστε διαβῆναι μὲν τὸν Μαξιμῖνον εἰς τὴν Ἰσαυρόπολιν, καὶ τὰ ἐκεῖ χωρία προκαταλαβεῖν, στεῖλαι δὲ διὰ θαλάσσης ἐπὶ τὴν ἕω δύναμιν τὴν τὸν Ζήνωνα παραστησομένην· καὶ τῶν αὐτῷ δεδογμένων οὐκ ἀφίστατο· μείζονος δὲ αὐτὸν ἐκταράξαντος φόβον, τὴν παρασκευὴν ἀνεβάλετο. 2. Ἧκε γάρ τις ἀγγέλλων, τὸν Ἀττήλαν τοῖς κατὰ τὴν Ῥώμην ἐπιθέσθαι βασιλείοις, Ὀνωρίας τῆς Βαλεντινιανοῦ ἀδελφῆς ἐς ἐπικουρίαν ἐπικαλεσαμένης αὐτόν. Ἡ γὰρ Ὀνωρία τῶν βασιλικῶν καὶ αὐτὴ ἐχομένη σκήπτρων, Εὐγενίῳ τινὶ, τὴν ἐπιμέλειαν τῶν αὐτῆς ἔχοντι πραγμάτων, ἥλω ἐς λαθραῖον ἐρχομένη λέχος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ τῶν βασιλείων ἐλαθεῖσα, Ἑρκουλάνῳ κατεγγυᾶται, ἀνδρὶ ὑπατικῷ καὶ τρόπων εὖ ἔχοντι, ὡς μήτε πρὸς βασιλείαν μήτε πρὸς νεωτερισμὸν ὑποτοπεῖσθαι. Ἐν συμφορᾷ δὲ καὶ ἀνίᾳ δεινῇ τὸ πρᾶγμα ποιουμένη, παρὰ τὸν Ἀττήλαν Ὑάκινθον εὐνοῦχον ἐκπέμπει τινὰ, ὥστε ἐπὶ χρήμασιν αὐτῇ τιμωρήσει τῷ γάμῳ· ἐπὶ δὲ τούτοι καὶ δακτύλιον ἔπεμψε, πιστουμένη τὸν βάρβαρον. Καὶ ὁ μὲν παρεσκεύαζεν ἑαυτὸν χωρεῖν κατὰ τῆς τῶν ἑσπερίων βασιλείας. Ἐβούλετο δὲ ὅπως τὸν Ἀέτιον προκαταλάβοι· μὴ γὰρ ἄλλως τεύξεσθαι τῆς ἐλπίδος, εἰ μήγε ἐκεῖνον ποιήσοιτο ἐκποδών. Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς, ἐπιστέλλει τῷ Βαλεντινιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. Καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκινθον ἅπαντα 76 διηρεύνησε, καὶ μετὰ πολλοὺς τοῦ σώματος αἰκισμοὺς, τῆς κεφαλῆς ἀποτμηθῆναι ἐκέλευσεν. Ὀνωρίαν δὲ τὴν ἀδελφὴν Βαλεντινιανὸς τῇ μητρὶ δῶρον ἔδωκε πολλὰ αἰτησαμένῃ αὐτήν. Οὕτως μὲν οὖν Ὀνωρία τότε τῆς ** ἀπελύετο. 200 Exc. Salm.: Οὐαλεντινιανὸς ἐρασθεὶς τῆς γυναικὸς Μαξίμου συγκλητικοῦ συνεπέττευεν αὐτῷ· ἐπεὶ δὲ ἡττήθη ὁ Μάξιμος, καὶ οὐκ εἶχεν ὅ τι δοίη, ἔλαβεν ὁ βασιλεὺς τὸν δακτύλιον αὐτοῦ, καὶ ἀναστὰς (ὡς) ἐπιδίδωσι τὸν δακτύλιόν τινι συνήθει Μαξίμου, ὥστε ἀπελθόντα ὑποδεῖξαι τῇ γυναικὶ αὐτοῦ, ὡς τοῦ ἀνδρὸς κελεύσαντος ἥκειν εἰς τὰ βασίλεια συνδειπνήσουσαν τῇ αὐτοῦ. Ἡ δὲ ἀληθὲς τοῦτο νομίσασα ἧκε, καὶ μηνυθὲν τῷ βασιλεῖ ἀνέστη, καὶ ἀγνοοῦντος τοῦ Μαξίμου, συνεφθάρη αὐτῇ. Μετὰ δὲ τὴν παιδιὰν ἐλθόντι ὑπαντιάζει ἡ γυνὴ κλαίουσα, καὶ ὀνειδίζουσα αὐτὸν ὡς προδότην αὐτῆς· ὁ δὲ μαθὼν τὸ πᾶν ἐνεῖχε τὸν βασιλέα. Εἰδὼς δὲ ὡς ζῶντος τοῦ Ἀετίου οὐ δυνήσεται τιμωρῆσαι αὐτὸν, παρεσκεύασε διὰ τῶν εὐνούχων τοῦ βασιλέως ἀνελεῖν αὐτὸν δῆθεν ὡς ἐπίβουλον. Ἐπεὶ δὲ ἀνῃρέθη, εἶπεν ὁ βασιλεὺς πρός τινα τῶν

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.