Historia Chronike Unit 22 opening
Unit 22.
Lemma-led open — ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς
Greek
ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας, ἀνῆλθεν εἰς τὸ Χέρρεως φρούριον, τῶν Ἰσαύρων αὐτοὺς κατὰ μικρὸν ἀπολιμπανόντων, καὶ τὰ τοῦ βασιλέως Ζήνωνος αἱρουμένων, ξʹ καὶ * μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. Ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔνους ἐπιλεξάμενοι, τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπεχώρησαν *, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. 6. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυνάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάμων μάγιστρον. Καὶ τὸ μὲν Θευδερίχου πλῆθος ἀνεκαλέσατο, τοὺς δὲ τῶν Ῥόγων μένειν ἐν τῇ χώρᾳ προσέταξεν. Ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνίσθησαν. Βηρίνα δὲ μετ' ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ καταφυγῆς παρεθεῖσα ἐτελεύτησε, καὶ ἐν μολιβδίνῃ ἐταριχεύθη λάρνακι. Ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέρας ἀποθανὼν, τῇ ἴσῃ παρεδόθη ταφῇ. Ὁ δὲ Ἰλλοῦς, τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ Κοττούνῃ, τὸ λοιπὸν ἐσχόλαζεν ἐν ἀναγνώσει βιβλίων. Καὶ ὁ Λεόντιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. Ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώσει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. 7. Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδεδειγμένου χρόνον (an. 486), ὅτε
About this text
John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.
Witnesses
- Copy-text FHG / Cramer (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.