Historia Chronike · §u22-rem-early

Unit 22 rem early

Rem early: Unit 22; lemma and argument toward the thesis.

Greek

Θευδέριχος πάλιν εἰς ἀπόστασιν εἶδε, καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο χωρία, (καὶ) ὁ Ζήνων πρὸς τὸ Ὀδόακρον τὸν τῶν Ῥόγων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. Λαμπρὰν δὲ ἀναδησαμένων νίκην τῶν περὶ τὸν Ὀδόακρον, πρὸς δὲ καὶ πεμψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιησάμενος συνήδετο τοῖς πραχθεῖσιν. Οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προεδρεύοντες πολιορκίᾳ, μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. Ἀντικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους ἀνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, καὶ γραμμάτιον πρὸς τὸν Ζήνωνα διεπέμψαντο, ὑπομιμνῆσκον αὐτὸν ***. 215 Exc. De virt.: Ὅτι ὁ βασιλεὺς Ἀναστάσιος ἐπὶ τὸ χεῖρον τραπεὶς πᾶσαν ὁμοῦ τὴν τῆς πολιτείας ἀριστοκρατείαν μετέστησε, τὰς μὲν ἀρχὰς ἁπάσας ἀπεμπολῶν καὶ τοῖς ἀδικοῦσι συγχωρῶν, καὶ πρός γε χρημάτων ἀκόρεστον ἐπιθυμίαν τραπείς· ὡς κενὰς ἐντεῦθεν γενέσθαι καταλόγων τὰς ἐπαρχίας, καὶ πρὸς τὸ ἄηθες καὶ ξένον καταπεπλῆχθαι τοὺς ἄνδρας. Οὐδὲ γὰρ ὅπλοις τοὺς ἐπιόντας βαρβάρους ἠμύνετο, ἀλλὰ χρήμασι τὴν εἰρήνην ἐξωνούμενος διετέλει. Πρὸς δέ γε τούτοις καὶ τὰς τῶν τελευτώντων οὐσίας ἐπολυπραγμόνει, κοινὴν ἅπασι δωρούμενος τὴν πενίαν. Ὧν γὰρ αὐτὸς ἐλάμβανε τὰς οὐσίας, τούτοις

About this text

John of Antioch, Historia Chronike (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of John of Antioch’s Historia Chronike — new OET from FHG / Cramer Greek.

Witnesses

  • Copy-text FHG / Cramer (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.