Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
δι' αὐτὴν οὕτω φανταζόμενος, πατρός τε καὶ υἱοῦ ἔφησεν εἶναι, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρός, ὡς καὶ υἱὸν ἀνθρώπου χωρίσειεν ἄν τις τοῦ κατὰ φύσιν πατρός. 64 εἰ τοίνυν τὸν πατέρα χωρίζοντα ἑαυτὸν τοῦ υἱοῦ πρὸς τὸν Μωσέα ταῦτ' εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν υἱὸν θεὸν ὁμολογήσει. πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα "ἐγώ εἰμι ὁ ὢν" μὴ συνομολογεῖν ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν; εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ "ἐγώ εἰμι ὁ ὤν", ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται. ἑκάτερον δὲ τούτων ἀσεβές. 65 ἄρξομαι τοίνυν ἀπὸ τῆς ὑπ' αὐτοῦ γραφείσης ἐπιστολῆς πρὸς ἕκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν πιστεύειν εἰς πατέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον· καί φησιν ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας τρόπον. ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οὗτος ἁπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρόπος, πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρωπικώτερον ἡμῖν διά τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν υἱόν, οὐκέτ' ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαφῶς ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. ἔφη γὰρ τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νομίζειν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως. 66 ἀδύνατον γὰρ τρεῖς ὑποστάσεις οὔσας ἑνοῦσθαι μονάδι, εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος, ἃ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα τῷ θεῷ διαφέρει μόνα. 67 εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἡμᾶς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὡμολόγησεν, παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι "οὐκ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν", οὐ σαφῶς καὶ φανερῶς ἐνταῦθα ἀπορρήτῳ δὲ λόγῳ ἡ μονὰς φαίνεται, πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμῶς ὑπομένουσα; εἰ γὰρ ὁ μὲν λόγος ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τὸ δὲ πνεῦμα καὶ αὐτὸ ὁμολογεῖται ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι, αὖθίς τε περὶ τοῦ πνεύματος τὸν σωτῆρα λέγειν "ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν", οὐκ ἄρα πρόδηλόν ἐστιν κεκρυμμένον ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἡ μονὰς ἀδιαίρετος οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται, ποτὲ δὲ λέγειν "ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν", αὖθίς τε ἐμφυσήσαντα τοῖς μαθηταῖς "λάβετε πνεῦμα ἅγιον" εἰρηκέναι; πῶς γὰρ εἰ ἐκ τοῦ πατρὸς ἐκπορεύεται παρὰ τοῦ υἱοῦ τὴν διακονίαν ταύτην λαμβάνειν ἐπαγγέλλεται; ἀνάγκη γὰρ εἰ δύο διαιρούμενα, ὡς Ἀστέριος ἔφη, πρόσωπα εἴη, ἢ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον μὴ δεῖσθαι τῆς παρὰ τοῦ υἱοῦ διακονίας (πᾶν γὰρ τὸ ἐκ πατρὸς ἐκπορευόμενον τέλειον εἶναι ἀνάγκη, μηδαμῶς προσδεόμενον τῆς παρ' ἑτέρου βοηθείας), ἤ, εἰ παρὰ τοῦ υἱοῦ λαμβάνοι καὶ ἐκ τῆς ἐκείνου δυνάμεως διακονοίη τὴν χάριν, μηκέτι ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι. 68 εἰ δὲ τὸ Εὐαγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς "λάβετε πνεῦμα ἅγιον" ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὖν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πάλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται; 69 οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποστάσεις εἶναι φήσας οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. 70 τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν. 71 εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος. 72 ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπεφήνατο μόνον τὸν πατέρα καὶ τὸν υἱόν, καθ' ὃ ἐν πᾶσιν συμφωνοῦσιν. οὕτω γὰρ ἔφη· καὶ διὰ τὴν ἐν πᾶσιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ
About this text
Marcellus of Ancyra, Fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Marcellus of Ancyra’s Fragmenta — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.