Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
ἀοράτου φανῆναί ποτε. 94 διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. "εἰκὼν" δὲ "ἐστὶν" φησὶν ὁ ἀπόστολος "τοῦ ἀοράτου θεοῦ". νῦν δηλονότι, ὁπηνίκα τὴν κατ' εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι "ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν". οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν. 95 οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν "ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών", διὰ τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ "ποιήσωμεν ἄνθρωπον" ἔφη "κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν", καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου. 96 τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ' ὧν γέγραφεν μανθάνειν. ἄλλος μὲν γάρ, φησίν, ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα. ταῦτα τὰ ῥητὰ σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ' εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται. 97 οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι· καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται· καὶ εἰ δυνάμεως εἰκών, οὐκέτι δύναμις· καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς ἀλλ' ἑτέρου τινὸς εἰκών ἐστιν. 98 ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ' ὅτι καί τινες τῶν προεστάναι δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι παραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προειρημένων ἔχεται πλάνης. 99 δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν "ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν", καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρά σου τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. ταῦθ' ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν. καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα "εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνῶστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ". ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, "ἰδοὺ" γὰρ "ἔσομαι μεθ' ὑμῶν" ἔφη "πάσας τὰς ἡμέρας" τῆς ζωῆς ὑμῶν "ἕως τῆς συντελείας τοῦ αἰῶνος". εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά, "ἐλθέτω θάνατος ἐπ' αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς καρδίαις αὐτῶν". τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον ὄντες. 100 ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ' ὧν πανούργως τὰ τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλα σφημίαν, "ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ" κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν "τὸ πονηρόν". ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν "εἷς ὁ θεός", εἶτα μετὰ τὸν ἕνα θεόν φησιν
About this text
Marcellus of Ancyra, Fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Marcellus of Ancyra’s Fragmenta — new OET from PG 18 Greek.
Witnesses
- Copy-text PG 18 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.