Fragmenta · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and argument toward the thesis.

Greek

παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τὴν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι' αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισάμενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρασκευάσῃ, ἀλλὰ καὶ σύνθρονον ἐν οὐρανοῖς τῷ θεῷ. 111 ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσλαβὼν 111 κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διὰ τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὴν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης ∆αυὶδ προφητικῶς λέγει "ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ". 112 δι' ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἡ προφητεία φησὶν "ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ". 113 διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος "πᾶσαν ἀρχὴν" τοῦ διαβόλου "καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει". "δεῖ γὰρ αὐτὸν βασιλεύειν" φησὶν "ἄχρι οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ". τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ. 114 μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ. 115 ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα "ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ", ἑτέρα δὲ "ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί", καὶ αὖθις "ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ". καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου. εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρακοσίων, οὐδὲν παράδοξον, εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τὴν βασιλείαν, δηλονότι τῷ θεῷ τῷ καταστήσαντι αὐτόν, ὡς ἡ γραφή φησιν, βασιλέα. 116 οὐκοῦν ἐνεργείᾳ μόνῃ διὰ τὴν τῆς σαρκὸς πρόφασιν ἄχρι τοσούτου κεχωρίσθαι τοῦ πατρὸς φαίνεται, ἄχρι οὗ ἂν ὁ προσιὼν τῆς κρίσεως ἀναφανῇ καιρός, ἵνα τῶν τηνικαῦτα ἐκκεντησάντων κατὰ τὴν προφητείαν ἑωρακότων τὸν ἐκκεντηθέντα, οὕτω καὶ τὸ λειπόμενον ἀκολούθως γένηται. πάντων γὰρ ἐν τῷ καιρῷ τοῦ τέλους ὑποτάσσεσθαι μελλόντων τῷ Χριστῷ, ὡς ὁ ἀπόστολος ἔφη, τηνικαῦτα "αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα". τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δι' ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ; ἀνάγκη γὰρ τὸ ὑπὸ τοῦ προφήτου λεχθὲν ἔργῳ βεβαιωθῆναι. "ὄψονται γὰρ" φησὶν "εἰς ὃν ἐξεκέντησαν"· ἐξεκέντησαν δὲ δηλονότι τὴν σάρκα. 117 ὅτι γὰρ οὐχ ἵν' ὁ λόγος ὠφεληθῇ τὴν ἡμετέραν ἀνείληφεν σάρκα, ἀλλ' ἵνα ἡ σὰρξ διὰ τὴν πρὸς τὸν λόγον κοινωνίαν ἀθανασίας τύχῃ, δῆλόν ἐστιν καὶ ἀπ' αὐτῆς τῆς τοῦ σωτῆρος ἀποφάσεως. περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, οὕτω λέγει "τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ". εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ; διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ θεός, ὁ δεσπότης, πρὸς αὐτὸν λέγειν "κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου". ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν "ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου". τοῦτο δὲ τὸ προφητικὸν τοῦ ∆αυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πως ἔφη "δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ". οὐκοῦν ὅρον τινὰ ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία. οὐδὲν γὰρ ἕτερον βούλεται ἢ τοῦτο τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθὲν "ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ".

About this text

Marcellus of Ancyra, Fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Marcellus of Ancyra’s Fragmenta — new OET from PG 18 Greek.

Witnesses

  • Copy-text PG 18 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.