Commentarii in Ecclesiasten · §u02-open

Commentarii in Ecclesiasten Unit 2 opening

Unit 2.

Lemma-led open — Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου.

Greek

μετανοεῖ, δύναται ἐν τοῖς θεοσεβέσιν ἀριθμεῖσθαι. Ἄλλως· Γεγόνασί τινες οἳ αὐτομάτως τὸν κόσμον ἔφασαν γενέσθαι, καὶ ἀτελῆ τυγχάνειν· πρὸς οὓς ἐρεῖ ὁ σοφὸς, Τί ὁρᾶται ἀτελὲς ἐν τῷ κόσμῳ, ἢ διεστραμμένον, ἵνα καὶ ἐπικοσμηθῇ; Τί δὲ ὑστερεῖ τοῦ παντὸς, ἵνα καὶ προστεθῇ καὶ ἐπαριθμηθῇ; εἰ δὲ ἐκ προσώπου τῶν τὰς φύσεις ἡγουμένων ὁ λόγος, τῶν λεγόντων ὅτι εἰσί τινες φύσει κακοὶ, μὴ δυνάμενοι ἐπικοσμηθῆναι· ἐλέγχομεν αὐτῶν διὰ πλειόνων τὸν λόγον. Οὐδεὶς γὰρ φύσει κακός. ∆ιὸ καὶ Ματθαῖος ἐκ τελώνου εἰς εὐαγγελιστὴν ἐκλήθη. Ἀλλὰ καὶ τὰ δοκοῦντα ἐν κόσμω εἶναι κακὰ, οἷον ὄφεις, καὶ λέοντες, καὶ τὰ παραπλήσια, εἰς σωτηριώδη φάρμακα τοῖς ἀνθρώποις χρησιμεύουσι· καὶ εἰς τὸ ἐντρέπεσθαι τὸν ἄνθρωπον τῇ αὐτῶν παραθέσει, ὅταν ἀκούῃ, Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ· καὶ αἰσχύνεσθαι, ὅταν αὐτοῖς παραβάλληται, ἀκούων, Παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις. Οὐδὲν οὖν ἐν κόσμῳ κακὸν, ἀλλὰ πάντα λυσιτελῆ καὶ χρήσιμα. Εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς, πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Μὴ λέγετε οὖν, ὧ οὗτοι, ὅτι διεστραμμένον οὐ δυνήσεται τοῦ κοσμηθῆναι, καὶ ὑστέρημα τοῦ ἀριθμηθῆναι. "Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου, τῷ λέγειν· Ἰδοὺ ἐγὼ ἐμεγαλύνθην, καὶ προστέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλὴμ, καὶ καρδία μου εἶδε πολλὴν σοφίαν, καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμας. Ἔγνων ἐγὼ ὅτι καί γε τοῦτο προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα." Λαλεῖ τις ἐν καρδίᾳ ἑαυτοῦ, ὅτε τῷ νῷ πρὸς τὴν νόησιν χρώμενος, ἑαυτῷ διαλέγεται. Ἐλογισάμην οὖν, φησὶν, ὅτι σοφίαν προσέθηκα ὑπὲρ τοὺς ἔμπροσθέν μου. Τὸ δὲ, προσέθηκα κατὰ προκοπὴν δείκνυσιν ἐν ἑαυτῷ τὴν σοφίαν ἐπαύξεσθαι. Σοφία δέ ἐστι γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν· γνῶσις δέ ἐστι θεωρία τῆς φύσεως τῶν ὄντων. Καὶ οἱ μὲν ἔχοντες γνῶσιν, ἑαυ 93.493 τοὺς παιδεύουσι, τῆς ἀγνοίας ἐλευθερωθέντες· οἱ δὲ λαβόντες τὸν λόγον σοφίας, λόγους ἀληθείας καὶ ἑτέρους διδάσκουσι. Τὴν δὲ σοφίαν καὶ τὴν γνῶσιν οὐκ ἔτι εἶπε ματαιότητα, ἀλλὰ προαίρεσιν πνεύματος, διδάσκων ὅτι οὐ κατά τινα εἱμαρμένην οἱ σοφοὶ γίνονται σοφοὶ, ἀλλὰ σοφίαν ἐπιθυμήσαντες, καὶ πονήσαντες, καὶ αἰτήσαντες παρὰ Θεοῦ, καὶ λαβόντες. Ἐὰν δέ τις, φησὶ, πλείονος γνώσεως ἐρᾷ, προστιθέτω καὶ τοὺς κατὰ ἀρετὴν πόνους. Ἢ καὶ οὕτως, ὁ ἐν γνώσει ἁμαρτάνων, μειζόνως κολάζεται· διὸ ὁ προστιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα. Ὡς περιληπτικωτέρας δὲ οὔσης τῆς σοφίας τῆς γνώσεως, εἷπε ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως. ΚΕΦΑΛ. Βʹ. "Εἶπον ἐγὼ ἐν καρδίᾳ μου, ∆εῦρο δὴ, πειράσω σὲ ἐν εὐφροσύνῃ, καὶ ἐν ἀγαθοῖς· καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης. Τῷ γέλωτι εἶπον περιφορὰν, καὶ τῇ εὐφροσύνῃ, Τί τοῦτο ποιεῖς;" Τὴν κοσμικὴν, φησὶ, χαρὰν ἀναλογιζόμενος κατεσκεψάμην, εἰ ἀγαθόν τι ἔχει· καὶ εἶδον ὅτι καὶ αὐτὸ τὸ χαίρειν διὰ πλούτου, τυχὸν περιουσίαν, ἢ δόξαν, ἤ τι τῶν ἐν τῷ κόσμῳ, ματαιότης ἐστί· ἀμέλει, εἶπον τῇ τοιαύτῃ χαρᾷ (γέλωτα γὰρ τὴν χαράν φησι) καὶ τῇ τοιαύτῃ εὐφροσύνῃ, Περιφέρου, καὶ ἀπόστα ἀπ' ἐμοῦ, τί τοῦτο ποιεῖς; ἀντὶ τοῦ, Τί παρασκευάζεις με ἐπὶ τοῖς τοιούτοις χαίρειν; Καὶ γὰρ ματαιότης ἐστὶ, καὶ οὐδὲν ἕτερον ἡ διὰ τῶν τοιούτων ἐγγινομένη ἡδονή. "Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου." Τὸ πόμα ὑπὸ τοῦ πίνοντος καταποθὲν ἀφανές. Ἐλογισάμην οὖν, φησὶν, εἰ ἐν ταῖς ἀνθρωπίναις εὐημερίαις καὶ ἀπολαύσεσι δύναται ὁ νοῦς οὕτως ἀνδρεῖος εἶναι, ὡς ἐξαφανίζειν οἷά τινα οἶνον καταποθέντα, τὴν σαρκικὴν ἐπιθυμίαν. "Καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν." Ὁ Σολομὼν σοφίαν δεξάμενος παρὰ

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.