Unit 2 rem early
Rem early: Unit 2; lemma and argument toward the thesis.
Greek
Θεοῦ, καὶ χύσιν καρδίας, ὡς τὴν ψάμμον τῆς θαλάσσης, ὀξυδερκέστατος γέγονε τὴν διάνοιαν· ἠδύνατο μὲν γὰρ θείων ἅπτεσθαι λόγων, καὶ μεγάλα λαλεῖν μυστήρια, ὅπερ δὴ καὶ ποιῶν φαίνεται. Ἠδύνατο δὲ καὶ τῇ τῆς νοήσεως ὀξύτητι, περὶ πάντα ἃ ἐβούλετο, δεξιῶς τῇ νοήσει χρήσασθαι· ὥσπερ γάρ τις ὡραίους ἔχων ὀφθαλμοὺς τῇ αὐτῇ τῶν ὀφθαλμῶν ἐνεργείᾳ, ποτὲ μὲν εἰς δέον κέχρηται, ποτὲ δὲ ἀκολάστως ὁρᾷ, οὐ τῆς ἐνεργείας τῶν ὀφθαλμῶν αἰτίας οὔσης, ἀλλὰ τῆς κατὰ ψυχὴν διαθέσεως· οὕτω καὶ ὁ λαμπρυνθεὶς ὑπὸ Θεοῦ τὴν διάνοιαν, εἰ μὲν εἰς δέον χρήσοιτο τῷ δώρῳ, θεῖα πράγματα περιαθρεῖ· εἰ δὲ καθελκυσθῇ περὶ τὰ γήϊνα, ἀμαυροῖ περὶ τὴν δωρεάν· πλὴν εὐφυῶς καὶ περὶ ταῦτα ἐπιβάλλεται. Οὐ γὰρ ἡ ὀξύτης τοῦ νοῦ, ἀλλ' ἡ διάθεσις τῆς ψυχῆς, ἡ καὶ ἐπαινετῶς ἢ ψεκτῶς κεχρημένη τῷ δώρῳ, ἐπαινεῖται ἢ ψέγεται. ∆έδωκα 93.496 οὖν, ἔφη, τὴν καρδίαν μου, τουτέστι τὸν νοῦν μου, καὶ ἐλογισάμην ποῖον ἄρα εἴη τὸ ἐν ἀνθρώποις ἀγαθὸν, καὶ τί ποιοῦντες οἱ ἐν κόσμῳ, δύνανται δι' ὅλης τῆς ἑαυτῶν ζωῆς ἐν ἡδονῇ εἶναι, καὶ εὐφροσύνῃ. Οἷα τοίνυν ἀνθρώπινα λογισάμενος, καὶ ψυχικῇ τινι τῇ σοφίᾳ χρώμενος, ἐπιδέδωκε ἑαυτὸν εἰς τὸ ποιῆσαι ἃ ἑξῆς καταλέγει. ................. ................. Ἐμεγάλυνα ποίημά μου, οὐ τὸ τοῦ Θεοῦ ποίημα, ἀλλὰ τὸ ἐμαυτοῦ. Οὐδεὶς γὰρ τοῖς θείοις ποιήμασι προσθεῖναί τι δύναται. Ὠκοδόμηκά μοι οἴκους, Ἰδίωμα εὑρὼν ἐν διαλέκτῳ, τὸ Ὠκοδόμηκά μοι, καὶ τὸ Ἐποίησά μοι, κέχρηται αὐτῷ ἐν τῇ τῆς λέξεως ἀπαγγελίᾳ. Ἐφύτευσά μοι ἀμπελῶνας. Ἐξουσίᾳ βασιλικῇ χρώμενος, καὶ πλούτου περιουσίᾳ, διὰ παντὸς εἴδους κτημάτων ἤρχετο. Ἐποίησά μοι κήπους καὶ παραδείσους. Κῆπος κυρίως ὁ λάχανα φέρων λέγεται· παράδεισος δὲ, ὁ δένδροις διαφόροις καταπεφυτευμένος. ∆ιό φησιν, Καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. Ἐποίησά μοι κολυμβήθρας ὑδάτων, τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. Φιλοτίμως τοὺς παραδείσους ἀπεργαζόμενος, τὰ ὑψίκομα φυτὰ, ἅπερ ἡ γῆ τοῖς ὄρεσιν αὐτομάτως τρέφει, οἷον ἐλάτας, ἡ ἰτέας, ἢ δρῦς, ἢ πεύκας, ταῦτα τοῖς παραδείσοις περιεφύτευε. ∆ιὸ καὶ δρυμοῦ μέμνηται χειροποιήτου, ἐφ' ᾧ καὶ πλείστων ὑδάτων ἐδεῖτο "Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι." Ὡς γὰρ οὐκ ἀρκούντων τῶν οἰκογενῶν εἰς τὴν τῶν κτισμάτων αὐτοῦ ὑπηρεσίαν, ἀναγκαίως καὶ ἀργυρωνήτους οἰκέτας ἐκτήσατο. "Καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ." Ὑπερηκόντισα, φησὶ, πάντας τοὺς πρὸ ἐμοῦ βασιλεῖς ἐν ποιμνίοις καὶ βουκολίοις, ἢ καὶ ἐν πᾶσι τοῖς προειρημένοις· ἑκάτερος γὰρ δύναται νοεῖσθαι. "Συνήγαγόν μοι καί γε ἀργύριον, καί γε χρυσίον." Ὡς πολλῶν κτῆσιν μὲν ἐχόντων, ἀπόθετα δὲ οὐκ ἐχόντων χρήματα, προστέθηκεν καὶ τὴν τούτων εὐπορίαν. "Καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν." Ἀλλὰ καὶ βασιλεῖς, φησὶν, ὑποφόρους ἔσχον, καὶ χώρας γεννήματα ποιούσας· αἱ γὰρ χῶραι ἐν τῇ Γραφῇ, αἱ καρποφόροι ὠνομάσθησαν, κατὰ τὸ ἐν Εὐαγγελίοις· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Καὶ ἐντεῦθεν οὖν, φησὶ, πολλὴν ἔσχον τὴν εὐπορίαν. "Ἐποίησά μοι ᾄδοντας, καὶ ᾀδούσας, ἐν τρυφήματι υἱοῦ τοῦ ἀνθρώπου." Ἀλλ' οὐδὲ τοῦ θέλγειν, 93.497 φησὶ, διὰ τῶν ᾀσμάτων τὴν ἀκοὴν ἠμέλησα· ἐντρυφῶσι γὰρ καὶ διὰ τούτων οὐχ υἱοὶ τοῦ Θεοῦ, ἀλλ' υἱοὶ τοῦ ἀνθρώπου. Οἰνοχόους, καὶ οἰνοχόας." Ἢ ἵνα διὰ τῆς τῶν προπινόντων ἐξαλλαγῆς τὴν ὄρεξιν ὑπερερεθίσῃ, ἢ καὶ ὡς σφόδρα ἁβρὸς, καὶ φιλογύνου διαγράφων πρόσωπον. "Καὶ ἐμεγαλύνθην, καὶ προστέθηκα παρὰ πάντας οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία ἐστάθη μοι." Οὕτως δὲ, φησὶν, ὑψωθεὶς, οὐδὲ περὶ ὧν ἐβουλευσάμην, καὶ ἐσοφισάμην, ἠστόχησα. "Καὶ πᾶν ὃ ᾔτησαν ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ' αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης." Ὥστε, φησὶν, πᾶσαν τῶν ὁφθαλμῶν τὴν ἐπιθυμίαν, καὶ τῆς ψυχῆς τὴν ὄρεξιν τὴν περὶ τὴν ἡδονὴν, ἣν δὴ καὶ εὐφροσύνην καλεῖ, εἰς πέρας ἤγαγον. "Ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου." Παρὰ τῶν προειρημένων, φησὶ, μόχθων ταύτην εὕρισκον μερίδα καὶ κλῆρον, τὸ τῆς ἐξ αὐτῶν ἐπιτυγχάνειν ἀπολαύσεως. "Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου· καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν· καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος." Ταῦτα, φησὶ, πάντα καταπραξάμενος διὰ τῶν δραστικῶν μου καὶ ποιητικῶν δυνάμεων, εὗρον ὅτι πάντα ἀνθρώπινα ἐπιτηδεύματα ματαιότης
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.