Commentarii in Ecclesiasten · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

τὰ σκυθρωπὰ, καὶ οὐ μετενοήσατε. Καὶ οἱ ἀπόστολοι δὲ πρὸς 93.512 αὐτοὺς λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· τουτέστι, βασιλείαν οὐρανῶν ἐκηρύξαμεν, αὐλοῦ δίκην βοῶντες ἐξάκουστον, καὶ οὐκ ὠρχήσασθε, οὐδὲ ἐσκιρτήσατε χαίροντες ἐπὶ τῷ δώρῳ. Ταῦτα γὰρ ἡμᾶς διδάσκει ἡ εὐαγγελικὴ τοῦ Σωτῆρος παραβολή. "Καιρὸς τοῦ βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους." Ὁ ἀνίατα ἁμαρτήσας ἐκβάλλεται ἐκ τῆς πνευματικῆς οἰκίας, ὡς ὁ ψωριῶν λίθος κατὰ τὸ παρὰ Μωσεῖ κείμενον συμβολικῶς· ὁ δὲ ἰάσιμα ἁμαρτάνων συνάγεται διὰ μετανοίας εἰς τὴν οἰκοδομὴν τῶν ἀποστόλων καὶ προφητῶν. Καὶ πᾶς δὲ λιθοκάρδιος ἐκβάλλεται· οἱ δὲ τίμιοι συνάγονται λίθοι. Καὶ ὁ νόμος δὲ ἐκέλευσε βάλλεσθαι λίθοις τὴν πορνεύσασαν. Καὶ ὁ διδάσκαλος βάλλει μὲν τοὺς ἁμαρτάνοντας λίθοις, τουτέστι λόγοις ἐλεγκτικοῖς· αὐτάρκως δὲ παιδεύσας διὰ τῶν ἐλέγχων, συνάγει τοὺς ἐκβληθέντας λίθους, τῶν πληκτικῶν λόγων παυόμενος. "Καιρὸς τοῦ περιλαβεῖν, καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως." Κατὰ μὲν τὸ ῥητὸν, καιρὸς τοῦ περιλαβεῖν τὴν ἑαυτοῦ γυναῖκα, ὅταν μήτι προσευχὴ ἐμποδίζῃ, καὶ ἡ χρεία καλή· ἢ διὰ παιδογονίαν, ἢ κατὰ συγγνώμην, διὰ τὴν ἡμῶν ἀκρασίαν, ἵνα μὴ πειραζώμεθα εἰς πορνείαν ὑπὸ τοῦ Σατανᾶ. Καιρὸς δὲ τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως, ἢ διὰ προσευχῆς, ἢ διὰ τὸ ἐγκύμονα εἶναι τὴν γυναῖκα. Ἄλλως· Καιρὸς τοῦ περιλαβεῖν ἦν ἐν ἀρχῇ τοῦ κόσμου, ἵνα αὐξηθῶμεν, καὶ πληθυνθῶμεν, καὶ πληρώσωμεν τὴν γῆν· νῦν καιρὸς τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως, ὅτε ἐσχάτη ὥρα ἐστὶ, καὶ πρὸς τὸ τέλος ὁ κόσμος ἐλαύνει. Πρὸς δὲ διάνοιαν, Τίμησον, φησὶ, τὴν σοφίαν, ἵνα σε περιλάβῃ· ἡ τοιαύτη περίληψις ἀεὶ καιρὸν ἔχει. Καὶ τοῦ νόμου δι' ἀριστερᾶς λεγομένου, τοῦ δὲ νοῦ κεφαλῆς ὀνομαζομένου, καὶ τῆς μὲν εὐαγγελικῆς παιδεύσεως δεξιᾶς καλουμένης, σώματος δὲ ὅλης τῆς Ἐκκλησίας ὀνομαζομένης, ᾖδε Νύμφη ἐν τῷ Ἄσματι λέγουσα· Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Τουτέστι, ὁ μὲν νόμος τῶν σοφωτέρων μόνον ὠφελεῖ τὸν νοῦν. Ἡ δὲ εὐαγγελικὴ παίδευσις θείᾳ περιλήψει τὴν ὅλην Ἐκκλησίαν περιλαμβάνει· ταύτης τῆς περιλήψεως οὐδέποτε καιρὸς τοῦ μακρυνθῆναι. Ἐπὶ δὲ τῆς κιβωτοῦ τῶν δεινῶν ἐπικειμένων, καιρὸς ἦν τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως· διὸ καὶ οἱ ἄῤῥενες καθ' ἑαυτοὺς εἰσῆλθον, αἱ δὲ γυναῖκες καθ' ἑαυτὰς διαιρεθεῖσαι. Ἐν δὲ τῇ ἐξόδῳ τῇ ἐκ τῆς κιβωτοῦ, μετὰ τῆς γυναικὸς ἐξῆλθεν ὁ Νῶε· καιρὸς γὰρ ἦν περιλήψεως. Καθόλου δὲ, καιρὸς μὲν τοῦ μακρύνεσθαι ἀπὸ τῆς κακίας, προσκολλᾶσθαι δὲ τῷ Θεῷ. "Καιρὸς τοῦ ζητῆσαι, καὶ καιρὸς τοῦ ἀπολέσαι." 93.513 Κατὰ μὲν τὴν προφορὰν ἀνάπαλιν κεῖται τὸ ῥητόν· οὐδεὶς γὰρ ζητεῖ ὃ μὴ ἀπώλεσε. Κατὰ δὲ τὴν νόησιν, ὁ ἐν ἀγνοίᾳ ὢν, καιρὸν ἔχει τοῦ ζητῆσαι τὸ ἀληθές. Εὐρὼν δὲ τοῦτο, εὐκαίρως ὀφείλει τὸ τῆς ἀγνοίας ἀπολέσαι σκότος. Ἄλλως· Ζητεῖ τις τὴν ἀπολομένην αὐτοῦ ψυχὴν, εὑρὼν δὲ αὐτὴν, καὶ ἀνανήψας ἐκ τῆς πλάνης, ὀφείλει, τὸ ὅσον ἐπὶ τῇ κακίᾳ, ἀποθανεῖν καὶ ἀπολέσθαι· ἐπὶ δὲ τοῦ μαρτυρίου καιρὸς τοῦ ἀπολέσαι τὴν ψυχὴν, ἵνα εὕρωμεν αὐτήν. "Καιρὸς τοῦ φυλάξαι, καὶ καιρὸς τοῦ ἐκβαλεῖν." Ὁ μὲν τῶν χρημάτων οἰκονόμος οἷδε πότε μὲν φυλάξει χρήματα, πότε δὲ δαπανήσει. Πρὸς δὲ διάνοιαν, καιρὸς τοῦ φυλάξαι, καὶ μὴ εἰς τοὺς τυχόντας ῥίπτειν τὴν θείαν διδασκαλίαν· καιρὸς δὲ τοῦ ἐκβαλεῖν, ὅταν ἐπιτηδείως ἔχωσιν οἱ ἀκούοντες. Ἔδει γάρ σε, φησὶ, βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, μὴ βαλεῖν δὲ τὰ ἅγια τοῖς κυσὶ, μηδὲ τὰς μαργαρίτας ἕμπροσθεν τῶν χοίρων. Ἄλλως· Καιρὸς τοῦ φυλάξαι τὰς εὐαγγελικὰς ἐντολάς· αὐτὸς δὲ καιρὸς καὶ τοῦ ἐκβαλεῖν τὰς τοῦ νόμου σκιάς. "Καιρὸς τοῦ ῥῆξαι, καὶ καιρὸς τοῦ ῥάψαι." Ὁ τοὺς μαχομένους εἰρηνεύων, ἐν καιρῷ συῤῥάπτει· ὁ δὲ τὸν τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα τῆς Ἐκκλησίας ἐκβάλλων, εὐκαίρως ἔῤῥηξε. Ἄλλως· Ὁ διαῤῥήσσων τὴν καρδίαν ἐνώπιον τοῦ Χριστοῦ διὰ τῆς μετανοίας, συῤῥάπτει ἑαυτὸν τῇ τῶν πρωτοτόκων Ἐκκλησίᾳ. "Καιρὸς τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν." Ὁ ἐν σιγῇ καὶ ἐν ἀσκήσει τὰ θεῖα παραδεξάμενος μαθήματα, ὄταν ἀξιωθῇ τοῦ λέγειν, Κύριος γλῶσσαν διαδίδωσι παιδείας ἐν καιρῷ, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· τότε καὶ ἐν καιρῷ λαλεῖ. Ὁ μὲν γὰρ διδασκόμενος ἀκούεται ἐκ τοῦ νόμου· Ἄκουε Ἰσραὴλ, καὶ σιώπα· ὁ δὲ πρεσβύτερος ὁ ἐσχηκὼς φρόνησιν, ἐπιτραπήσεται τοῦ λαλεῖν, ἀκούων· Λάλει, πρεσβῦτα, πρέπει γάρ σοι. "Καιρὸς τοῦ φιλῆσαι, καὶ καιρὸς

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.