Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
Θεοῦ πάντα εὐκαίρως γέγονε ὡς θέρος, καὶ μετόπωρον, καὶ χειμὼν, καὶ ἕαρ· τὰ δὲ ἡμέτερα εἰ μὲν εὐκαίρως γίγνοιντο, ἐπαινετά· παρὰ δὲ τὸν καιρὸν, ἢ ὑπὲρ τὸν καιρὸν, ψεκτά. Ἐν καιρῷ τις μίγνυται τῇ ἱδίᾳ γυναικὶ, παιδοποιίας ἐρῶν· παρὰ καιρὸν, ὅταν δι' ἡδονῆς τοῦτο ποιῇ. Ὁ ἐν θέρει σπείρων, πρὸ καιροῦ σπείρει· ὁ ἐν χειμῶνι ἀμῆσαι σπουδάζων, παρὰ καιρὸν τοῦτο ἐπιχειρεῖ. Ἐκ δὲ τούτου τοῦ μαθήματος διδασκόμεθα ἐν παντὶ φεύγειν τὰς ἐλλείψεις καὶ τὰς ὑπερβολὰς, διὰ τὰς παρακειμένας ἀμετρίας ἑκάστῳ πράγματι. Ἀνδρείας ἔλλειψις δειλίαν ἐργάζεται, ὑπερβολὴ θρασύτητα. Νόησον οὖν τὸν χρόνον καὶ καθ' ἑτέραν νόησιν, συμμετρίαν τινὰ ὅντα· καιρὸν δὲ, τὴν εὐκαιρίαν· ὁ γὰρ συμμέτρως καὶ εὐκαίρως ἅπαντα πράττων, ὥσπερ τινὶ τούτων κανόνι καὶ στάθμῃ χρώμενος, κατορθώσει ῥᾳδίως τὴν ἅπασαν ἀρετήν. "Καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν." Πολλάκις ἐπὶ τῶν ἐναντίων διάφοροί εἰσιν οἱ καιροί· συμβαίνει δὲ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἑκάτερα γίνεται· ἡ μὲν οὖν σωματικὴ γέννησις, ὡς ἐπὶ τὸ πλεῖστον ἕτερον ἔχει καιρὸν, καὶ ὁ σωματικὸς θάνατος ἕτερον· ἡ δὲ πνευματικὴ γέννησις ἡ διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἔχει, τοῦ τῆς γεννήσεως καὶ τοῦ θανάτου. Οἱ γὰρ ἐν τῷ θείῳ λουτρῷ ἀναγεννώμενοι συνετάφησαν τῷ Χριστῷ ἐν τῷ βαπτίσματι· καὶ ὁ μὲν σωματικὸς τόκος ἢ θάνατος οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ ἐξουσίᾳ καὶ τικτόμεθα, καὶ ἀποθνήσκομεν· ὁ δὲ πνευματικὸς ἐφ' ἡμῖν· μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργείας, καὶ τῆς ἡμετέρας προαιρέσεως χρεία, ἵνα ἀποθάνωμεν τῇ ἁμαρτίᾳ, τεχθῶμεν δὲ τῇ δικαιοσύνῃ. Θαυμαστῶς δὲ ὁ Ἐκκλησιαστὴς ἀπὸ τόκου ἤρξατο καὶ θανάτου, τῆς προσκαίρου ταύτης ἡμῶν ζωῆς ἐπαναμιμνήσκων. ∆ιὰ τοῦτο (φησὶ) καὶ μωσῆς Γένεσιν ἐπιγράψας τὸ πρῶτον βιβλίον, τὸ δεύτερον εὐθὺς Ἔξοδον προσηγόρευσε, διὰ τῆς ἱστορίας συμβολικῶς τὴν ἐν τῷδε τῷ βίῳ πρόσκαιρον ἡμῖν ὑπογράφων ζωήν. "Καιρὸς τοῦ φυτεῦσαι, καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον." Μετὰ τὸ αἰσθητὸν, πρὸς διάνοιαν· πολλάκις μὲν κατὰ τὸν αὐτὸν καιρὸν ἐκτίλλει τις καὶ φυτεύει, ὡς ὅταν ἐκτίλλει μὲν τὰ τοῦ ἐπισπορέως 93.509 ζιζάνια, καταφυτεύει δὲ τὰ γνήσια τοῦ λόγου σπέρματα· ἐκκόπτων μὲν τὴν κακίαν, ἐμφυτεύων δὲ τὴν ἀρετήν· πολλάκις δὲ καθ' ἕτερον καὶ ἕτερον· ὡς ὅταν ὁ Παῦλος ἐκκόπτῃ μὲν τῆς Ἐκκλησίας τὸν πορνεύσαντα, φυτεύῃ δὲ αὐτὸν πάλιν μετανοοῦντα. "Καιρὸς τοῦ ἀποκτεῖναι, καὶ καιρὸς τοῦ ἰάσασθαι." Ἀποκτεῖναι τὴν ἁμαρτίαν, ἰάσασθαι δὲ τὴν ἑαυτοῦ ψυχὴν τοῖς τῆς μετανοίας φαρμάκοις. Ἡ δὲ τοιαύτη πράξις ἀεὶ καιρὸν ἔχει, καὶ ἀεὶ εὐκαίρως γίνεται· νῦν δὲ μάλιστα, τοῦ Παύλου βοῶντος, "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Ἐπὶ δὲ τῶν σωματικῶν, τῷ ἄρχοντι καιρὸς ἀποκτείνειν τὸν ἀνδροφόνον, ἰᾶσθαι δὲ καὶ θεραπεύειν τὸν ἀγαθοποιὸν, ἢ καὶ διὰ μετριωτέρας ἐπιστροφῆς τὸν μετριώτερα ἁμαρτήσαντα. "Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν." Ἡ θεία οἰκοδομὴ τέμνεται εἰς πρακτικὴν καὶ θεωρητικὴν ἀρετήν. Ὁ μὲν οὖν τὴν ἀρετὴν ἐνεργῶν, οἰκοδομεῖ τὴν ἠθικήν. Ὁ δὲ τὰ νοητὰ κάλλη περιαθρῶν, οἰκοδομεῖ τὴν θεωρίαν· ἀεὶ οὗτος καλῶς οἰκοδομεῖ ἑαυτῷ οἰκίαν ἀχειροποίητον ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ μετανοῶν, τὴν προϋπάρξασαν ἁμαρτίαν καθαίρει· καὶ καθαιρεῖσθαι μὲν καλὸν ἡμᾶς ἐκ τῆς κακίας, ἐποικοδομεῖσθαι δὲ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. "Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι." Ἔστι τις καιρὸς οὐχ ὁ χρονικὸς, ἀλλ' ὁ ἐκ τοῦ πράγματος λαμβανόμενος. Ὁ γὰρ μὴ ἐν βάθει κλαίων, ἀλλ' ἐπιπολαίως, ἀκούσεται κατὰ τὴν Ἱερουσαλήμ· Ὀψὲ φωνῆς αὐτῆς ὠλόλυξε, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. Ὁ δὲ καιρίως κλαίων, καὶ ἐκ διαθέσεως μετανοῶν, ἐπακουσθήσεται ἀκούων, Κλαυθμὸν ἔκλαυσε Ἱερουσαλὴμ, τὴν κραυγὴν τῶν δακρύων σου ἡνίκα εἶδε, ἠλέησέ σε. Ἔστι δὲ καὶ ἐν καιρῷ χρονικῷ κλαίειν ἐν τῷδε ἡμῶν τῷ βίῳ, ἵνα ἐν τῷ μέλλοντι γελάσωμεν· καὶ ἐπὶ τοῖς παραπτώμασι δὲ τῶν μαθητῶν, ἢ καὶ τῶν ἀδελφῶν εὐκαίρως κλαίομεν, ἐπὶ δὲ τῶν προκοπῶν αὐτῶν εὐκαίρως γελῶμεν. "Καιρὸς τοῦ κόψασθαι, καὶ καιρὸς τοῦ ὀρχήσασθαι." Κόπτονται οἱ μετανοίᾳ σχολάζοντες, ὀρχοῦνται οἱ σωφροσύνῃ ζωσθέντες, καὶ φρονήσει κοσμούμενοι, καὶ ἀνδρείᾳ κινούμενοι, καὶ δικαιοσύνῃ τελειούμενοι. Ὠρχεῖτο καὶ ∆αβὶδ, καὶ οὐχ ἁπλῶς, ἐνώπιον Κυρίου. ∆ιὸ καὶ οἱ προφῆται παιδία ὄντες ἐν ἀγορᾷ ἐν τῷδε τῷ βίῳ, διὰ τὸ τῇ κακίᾳ νηπιάζειν, ἔλεγον τοῖς Ἰουδαίοις· Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· τουτέστι, προελέγομεν ὑμῖν
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.