Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
καθήκοντα δέδονται. Ὁ οὖν κατέχων τὰς ἑαυτοῦ χεῖρας, τουτέστι ὁ ἀργὸς, ὕστερόν ποτε μεταμελόμενος ἢ καὶ τηκόμενος, τὰς ἑαυτοῦ σάρκας λέγεται κατεσθίειν. Πρὸς δὲ διάνοιαν, Ὁ τὰς ἐνεργείας τῆς ψυχῆς μὴ ἐξαπλῶν περὶ τὰς ἀρετὰς, τὰς ἑαυτοῦ σάρκας κατεσθίει, κολάσεως ἑαυτῷ γιγνόμενος πρόξενος. Ἄλλως· Περιλαβεῖν λέγεται καὶ τὸ φιλεῖν καὶ κατασπάζεσθαι. Ὁ ἄφρων οὖν τὰς διαβεβλημένας ἑαυτοῦ πράξεις ἀγαπῶν. τὰς ἑαυτοῦ σάρκας κατεσθίει, αὐτὸς ἑαυτῷ τὴν ἐκ τοῦ δικαίου τιμωρίαν εὐτρεπίζων. "Ἀγαθὸν πλήρωμα δρακὸς μετ' ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν μετὰ μόχθου καὶ προαιρέσεως πνεύματος." "Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν." Πρὸς δὲ διάνοιαν, δρὰξ ἡ ἀνελλιπὴς πίστις, ἡ εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν. ∆ύο δὲ δράκες, τὸ καὶ Θεῷ δουλεύειν καὶ μαμμωνᾷ, καὶ ὀνειδίζεσθαι ὑπὸ τοῦ προφήτου λέγοντος, Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ἰγνύαις; Ἀγαθὸν οὖν ἀναμφιβόλως τὸ πρότερον. Ἄλλως· ∆ρὰξ μία ἡ ἑνὰς ἡ ἄϋλος· δράκες δύο, τὰ ὑλικὰ τὰ τεμνόμενα. Καὶ ἀκάθαρτον δὲ ἡ δυάς. Τὰ γὰρ ἀκάθαρτα δύο εἰσῄεσαν εἰς τὴν κιβωτόν. Ἀγαθὸν οὖν τὸ μεταδιώκειν τὴν ἑνάδα, καὶ τὸν κατ' ἀρετὴν τρίβειν βίον μετὰ ἀναπαύσεως, τουτέστι, ἀκενοδόξως· ἢ περὶ τὴν δύαδα, τουτέστι τὰ ὑλικὰ, περισπᾶσθαι. Ἄλλως· ∆ράκα τις ἐθεώρησε τὸν ἄνδρα, ἐπειδὴ λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, τουτέστι δραξάμενος, ἔπλασε τὸν ἄνθρωπον. ∆ρὰξ δὲ καὶ ἡ γυνή· ἀπὸ τῆς πλευρᾶς γὰρ τοῦ Ἀδὰμ δραξάμενος ὁ Θεὸς ταύτην ἔπλασε. Ἀγαθὴ τοίνυν, φησὶ, ἐστὶν ἡ ἀγαμία ὑπὲρ τὰς δύο δράκας, τουτέστι τὴν συζυγίαν καὶ τὸν γάμον. Εἰ γὰρ καὶ τὸ δεύτερον οὐ ψεκτὸν, ἀλλὰ τὸ πρότερον ἐπαινετὸν καὶ ἀνεπίμοχθον. 93.529 "Καὶ ἐπέστρεψα ἐγὼ, καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον." Ἐν κύκλῳ, φησὶ, περιφέρων τὸν τῆς καρδίας ὀφθαλμὸν, οὐδὲν ἕτερον εἶδον πραττόμενον τῶν ὑπὸ τὸν ἥλιον χάριν, ὃ μὴ ματαιότης ἐστί· λέγει δὲ τὰ ἔργα τὰ πονηρά. "Ἔστιν εἷς, καὶ οὐκ ἔστι δεύτερος, καί γε υἱὸς, καί γε ἀδελφὸς, οὐκ ἕστι πέρας τῷ παντὶ μόχθῳ αὐτοῦ· καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου· καὶ τίνι ἐγὼ μοχθῶ, καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθοσύνης; καί γε τοῦτο ματαιότης, καὶ περισπασμὸς πονηρός ἐστι." Ἔτι, φησὶ, περισκοπῶν τὰ ἀνθρώπινα, εἶδόν τινας μηδὲ τοὺς ἐκ νόμου κληρονόμους ἔχοντας, καὶ ἀκορέστως περὶ πλοῦτον διακειμένους, ὀφθαλμὸν ἔχοντας διάκενον καὶ ἄπληστον. Εἶτα τοῦτο θεωρήσας, εἰσάγει τὸ τοῦ ἀπλήστου τούτου πρόσωπον ἐν μετανοίᾳ γινόμενον, καὶ φάσκον, Καὶ τίνι ἐγὼ μοχθῶ, καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθοσύνης; Ἐπιφέρει δὲ καὶ τούτῳ τῷ μόχθῳ τὸ μάταιον. Ἄλλως· Κατὰ διάνοιαν, Ἔστιν εἶς. Ἕνα φησὶ τὸν φίλαυτον, τὸν μὴ θέλοντα ἔχειν τινὰ ἀδελφὸν, ἢ υἱόν. Τοῖς γὰρ βουλομένοις, καὶ κατὰ Θεὸν ζῶσι, κἂν μὴ κατὰ σάρκα προσγενεῖς τυγχάνωσιν, ἀλλ' οὖν πάντες εἰσὶν αὐτοῖς ἀδελφοὶ καὶ υἱοί· κατὰ τὸ, Γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν. Οὗτος οὖν ὁ εἶς, ὃς μηδένα θέλων ἔχειν ἢ ἀδελφὸν, ἢ υἱὸν, διὰ μοχθηρὰν προαίρεσιν στερίσκει τὴν ψυχὴν αὐτοῦ ἀπὸ ἀγαθοσύνης, μήτε τῶν μελλόντων τῶν ἀγαθῶν ἐφιέμενος, μήτε τι πράττων ἐν βίῳ ἀγαθόν. Πρόσκειται τοίνυν καὶ τούτῳ τὸ μάταιον. "Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν." Ἐπαινεῖ τῶν δύο τὴν ὁμόνοιαν, τὴν ἐπ' ἀγαθῷ γινομένην· αὕτη γὰρ καὶ ἔμμισθος τυγχάνει παρὰ Θεῷ. Καὶ τοὺς μὲν ἀποστόλους καλῶς ὁμονοοῦντας δύο ἀπέστελλεν ὁ Σωτήρ. Τοὺς δὲ ἐν τῇ πυργοποιΐᾳ κακῶς συμφωνήσαντας διεῖλεν ὁ Θεός. Πρὸς δὲ διάνοιαν· Ἀγαθὴ ἡ ἐπὶ καλῷ συμφωνία ψυχῆς καὶ σώματος· ἢ καὶ ἔμμισθος παρὰ Θεῷ. Πῶς δὲ ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα; Ἐὰν τὸ σῶμα σωφρονῇ, κενοδοξῇ δὲ ἡ ψυχὴ, ματαία τοῦ σώματος ἡ σωφροσύνη. Καὶ ἔμπαλιν, Ἐὰν ἡ ψυχὴ ταπεινοφρονῇ, πορνεύῃ δὲ τὸ σῶμα, ματαία ἡ ταπεινοφροσύνη. Ἑνὸς γὰρ μέρους ἁμαρτάνοντος, ψυχῆς ἢ σώματος, ἀναγκαίως καὶ τὸ ἕτερον συμπεριλαμβάνεται. "Ἀγαθὴ οὖν τῶν δύο ἡ συμφωνία, εἰς τὸν ἔμμισθον τῆς ἀρετῆς λόγον, ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. Καὶ οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ, καὶ μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν." Οἱ ἐπ' ἀγαθῷ συμφωνοῦντες, ἀλλήλοις τυγχάνουσι βοήθεια. Κἂν γὰρ ὁ εἷς ὡς ἄνθρωπος παρίδῃ τι τῶν δεόντων, ἕξει τὸν ἕτερον ἐπανορθούμενον. Τὸ δὲ, ὅταν πέσωσιν, 93.532 οὐκ ἄμφω κατὰ τὸν αὐτὸν καιρὸν, ἀλλὰ ποτὲ μὲν οὗτος, ποτὲ δὲ ἐκεῖνος. "Καί γε ἐὰν κοιμηθῶσιν οἱ δύο,
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.