Commentarii in Ecclesiasten · §u04-rem-mid

Unit 4 rem mid

Rem mid: Unit 4; lemma continues; reading with the letter.

Greek

συκοφαντούντων αὐτοὺς ἰσχὺς, καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν." Εἰς ἑτέραν, φησὶν, ἐτράπην ἐξέτασιν, καὶ θεωρῶν τοὺς ἀνθρώπους, ἐθεασάμην τοὺς συκοφάντας ἀδικοῦντας, καὶ τοὺς συκοφαντουμένους δακρύοντας ἐξ ἀδυναμίας, διὰ τὸ μηδένα ἐνισχύειν αὐτοῖς, καὶ διὰ τοῦ ἐπαμύνειν ποιεῖν αὐτοῖς παράκλησιν. Συκοφαντοῦσι δὲ οἱ μὲν ἐπὶ χρήμασιν, οἱ δὲ ἐπὶ δόγμασιν, ὡς οἱ αἱρετικοὶ τοὺς ὀρθοδόξους. Καὶ ὁ ἀρχέκακος δὲ δαίμων, καὶ αἱ ἀποστατικαὶ δυνάμεις συκοφαντοῦσιν ἀεὶ ψευδόμεναι. "Καὶ ἐπῄνεσα ἐγὼ τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, οἳ αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν. Καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο, ὃς οὐκ οἶδε [σὺν] τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον." Τοὺς τεθνηκότας μακαρίζει ὑπὲρ τοὺς ζῶντας. ∆ιὰ τί; Ὅτι οἱ μὲν δίκαιοι ἔληξαν τῶν πόνων· οἱ δὲ ἁμαρτωλοὶ ἀνεκόπησαν τῆς ἐπὶ τὸ ἁμαρτάνειν ὁρμῆς. Συμφερόντως γὰρ ἑκατέροις ὁ κοινὸς ἐπάγεται θάνατος. Πρὸς δὲ διάνοιαν, Οἱ τεθνη 93.525 κότες τῇ ἁμαρτίᾳ, καὶ ζῶντες ἐν Χριστῷ, ἀσυγκρίτως ἀμείνονές εἰσι τῶν ἐν ἁμαρτίαις ζώντων. Εἶτα ἐπάγει· "Καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὃς οὔπω ἐγένετο," οὐδὲ εἶδε τὴν ἐπίπονον ταύτην ζωὴν, ἣν δὴ καὶ ποίημα καλεῖ. Ἐντεῦθέν τινες προϋπεῖναι τὴν ψυχὴν λέγουσι τοῦ σώματος. Πῶς γὰρ, φησὶν, ἐνδέχεται λέγεσθαι ἀγαθὸν τὸν μηδὲ ὄντα; πρὸς οὓς ἐροῦμεν· Εἰ προϋποῦσα ἡ ψυχὴ, διὰ τὴν ἐν ἀσωμάτῳ διαγωγῇ ἁμαρτίαν, ὡς εἰς δεσμωτήριον ἐνεβλήθη εἰς τὸ σῶμα, ἵνα παιδευθῇ (ταῦτα γάρ φατε), πῶς μακαρία ἦν ἡ ἁμαρτάνουσα, καὶ μὴ παιδευομένη; Καίτοι γε ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ δὲ τὸ ἀγαπᾶσθαι ὑπὸ Θεοῦ τοῦτο ἀγαθὸν, ἀγαθὸν δὲ τὸ παιδεύεσθαι, ἔρχεται δὲ εἰς σῶμα ἡ ψυχὴ ἵνα παιδεύηται, ἀγαθὸν ἄρα ἡ ἐν σώματι ζωὴ ὑπὲρ τῆς ἐν τῇ προβιοτῇ ἁμαρτανούσης ψυχῆς, καὶ θείας ἐπιστροφῆς μὴ ἀξιουμένης. Ἀνατέτραπται οὖν οὗτος ὁ λόγος, οὐδὲ προϋπέστη ἡ ψυχὴ τοῦ σώματος. Τὸ οὖν ἀγαθὸν ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο, περὶ τοῦ μηδὲ ὅλως εἰς ὕπαρξιν ἐλθόντος ἀνθρώπου φησὶ, ἵνα εἴπῃ κατὰ τὸν τοῦ Σωτῆρος λόγον· Καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγένετο. ∆ιαδέχεται δὲ ἡμᾶς ἐντεῦθεν ἕτερον ζήτημα, εἰ ἄμεινον τὸ μὴ γενέσθαι τοῦ γενέσθαι, πρὸς κακοῦ ἄρα τοῖς ἀνθρώποις τὸ εἰς ὕπαρξιν ἐλθεῖν· κακῶν οὖν ἄρα αἴτιος ὁ τὸν ἄνθρωπον δημιουργήσας. Πῶς οὖν εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι δύο πρόσωπα τεθεικὼς ὁ Ἐκκλησιαστὴς, τοῦ μὲν συκοφαντοῦντος, τοῦ δὲ συκοφαντουμένου, οὐχ ἁπλῶς τέθεικε τὸ τοῦ συκοφαντουμένου, ἀλλὰ δάκρυον αὐτῷ ὑπεστήσατο, ἐφ' οἷς ἀδικεῖται. Οὐκοῦν οὐ φιλοσόφου πρόσωπον, οὐδὲ ὄντως Χριστιανοῦ τὸ εἰσαχθὲν, ἀλλά τινος καὶ αὐτὸ φιλοκόσμου. Ὁ γὰρ φιλόσοφος ἀδικούμενος οὐ δακρύει, τὸ δὲ ἐναντίον χαίρει καὶ ἥδεται· ὡς καὶ ἔγραφεν ὁ Ἀπόστολος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσεδέξασθε. Ὁ οὖν Ἐκκλησιαστὴς δύο ὑποστησάμενος πρόσωπα ἀφιλόσοφα, ἓν μὲν τὸ τοῦ ἀδικοῦντος, ἕτερον δὲ τὸ τοῦ ἀδικουμένου, καὶ ὑπὸ τῆς ἄγαν ἀνίας καὶ ἀπαιδευσίας δακρύοντος, ἐπήγαγε, ὅτι τούτων τῶν δύο ἀφιλοσόφων ἀνδρῶν πρὸς σύγκρισιν, καλὸν μηδὲ εἰς ὕπαρξιν ἐλθεῖν· μαρτυρήσει δὲ τῷ εἰρημένῳ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα. Εἰ γάρ τις ἔροιτο τοὺς ἁγίους μάρτυρας, ἢ προφήτας, ἢ ἀποστόλους, ἢ καὶ πάντας τοὺς ἐν ἀρετῇ βιοτεύσαντας· Εἴπατε ἡμῖν, ἄνδρες ἅγιοι, αἱρέσεως ὑμῖν κειμένης τοῦ γενέσθαι ὑπὸ Θεοῦ, ἢ μὴ γενέσθαι, τί ἂν εἵλεσθε; οὐ παραχρῆμα οἴει αὐτοὺς ἀποκρίνασθαι, ὅτι ∆ῆτα χάριν ἔχομεν τῷ ἀγαθότητι ἡμᾶς πεποιηκότι Θεῷ, καὶ εἰς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἐπαλείψαντι, καὶ τούτους ἡμῖν τοὺς μακαρίους στεφάνους πλέξαντι; ∆έδεικται τοίνυν ὡς περὶ τῶν ἁμαρτωλῶν ὁ λόγος τοῦ Ἐκκλησιαστοῦ. 93.528 "Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον, καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὶ, τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος." Ἀνδρεία ψεκτὴ, τὸ ἐπιβάλλεσθαι εἰς τὰ μάταια, καὶ περιγίνεσθαι τοῦ σκοποῦ. Ὁ δὲ ζῆλος ὁ ψεκτὸς, ὃς τὸν φθόνον ἔχει γείτονα. Εἶδον οὖν, φησὶ, τὸν περὶ τὰ μάταια ποιήματα τῶν ἀνθρώπων μόχθον, καὶ ἑτέρους ζηλοῦντας αὐτοῖς, ἤτοι φθονοῦντας. Οἷον πλουτεῖ τις ἐξ ἀδικίας, ἕτεροι τούτῳ φθονοῦντες, ἣ καὶ τῶν παραπλησίων τυχεῖν βουλόμενοι, ζηλοῦσι τὴν ὁμοιοτροπίαν. Καὶ τὰ περὶ τούτων οὗν ἐστι ματαιότης, καὶ προαίρεσις πνεύματος. "Ἄφρων περιέλαβε τὰς χεῖρας αὐτοῦ, καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ." Αἱ χεῖρες εἰς τὸ ἐνεργεῖν τοῖς ἀνθρώποις τὰ

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.