Commentarii in Ecclesiasten · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

εἰ καὶ ὡς τὰ πολλὰ διὰ γαστέρα μοχθοῦσιν οἱ ἄνθρωποι, ὅσα ἂν ταύτῃ χαρίσωνται, οὐδὲν ἡ ψυχὴ προσείληφε, ἀλλ' ἔστι διάκενος καὶ ἀπλήρωτος, τὴν κατάλληλον 93.556 ἑαυτῇ τροφὴν, τὴν ἐκ τοῦ λόγου καὶ τῶν ἀρετῶν μὴ προσλαμβάνουσα. Ἄλλως· Ἡ κακία ἀτελές ἐστί τι καὶ ἀπλήρωτον· ψυχὴ τοίνυν ἡ ταύτῃ συζῶσα, ἀεὶ τὰ μοχθηρὰ διὰ στόματος προφέρει, λοιδοροῦσα, δόλους πλέκουσα, καὶ ὅμως οὐ κορέννυται, διὰ τὸ ἀτελὲς καὶ ἀπλήρωτον τῆς κακίας. "Ὅτι τίς περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; ∆ιότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς." Τί οὖν περισσὸν, φησὶ, τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Πολὺ κατὰ πάντα τρόπον· ὅτι ὁ μὲν ἄφρων ἡδοναῖς ἐκδίδοται· ὁ δὲ σοφὸς πένης, ὁ πτωχὸς τῷ πνεύματι, κατέναντι τῆς ζωῆς πορεύεται, ἀντὶ τοῦ, διὰ τῶν ἀρετῶν ὁδεύει, ἕως καταντήσει εἰς τὸ ἔσχατον ὀρεκτόν· τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ γενέσθαι· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡ αἰώνιος. Ἄλλως· Ὁ ἄφρων τῶν Ἰουδαίων λαὸς, ἐπὶ ξύλουτὴν Ζωὴν ἡμῶν ἐκρέμασε· ὁ δὲ ἐξ ἐθνῶν ὁ πάλαι πένης, προσέδραμε τῷ σταυρωθέντι, κατέναντι τῆς Ζωῆς πορευθεὶς, καὶ τὴν εἰς αὐτὸν πίστιν ἐπλούτησε. "Ἀγαθὸν ὅραμα ὀφθαλμοῦ ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος." Ὁ Ἀπόστολός φησι· Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. Ψυχικὸς δέ ἐστι ὁ θυμῷ καὶ ἐπιθυμίᾳ παρὰ τὸ δέον χρώμενος. Ἐν Εὐαγγελίοις δὲ γέγραπται· Ἐὰν ὁ ὀφθαλμός σου φωτεινὸς ᾖ, ὅλον τὸ σῶμα φωτεινὸν ἔσεται· τουτέστι, Ἐὰν τὸ λογιστικόν σου, τουτέστι ὁ νοῦς, πεφωτισμένον ᾖ, δύναται καὶ τῷ θυμικῷ καὶ τῷ ἐπιθυμητικῷ εἰς δέον καὶ κατὰ φύσιν χρήσασθαι. Ἀσυγκρίτως οὖν ἀγαθὸν, τὸ διορατικοὺς ἔχειν τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς, καὶ πεφωτισμένους ὑπὸ τοῦ ἁγίου Πνεύματος, ὑπὲρ τὸ πορευόμενον ψυχῇ, τουτέστι τὸν ψυχικὸν ἄνθρωπον καὶ ἀφώτιστον. Ἀληθῶς γὰρ ὁ τοιοῦτος οὐδὲν ἕτερόν ἐστι εἰ μὴ ματαιότης, προαιρετικῶς ψυχικὸς γενόμενος. Πῶς δὲ ἐν Εὐαγγελίοις ἑνὸς ὀφθαλμοῦ ῥηθέντος, ἐνταῦθα δύο μέμνηται; Καί φαμεν ὅτε ἐκεῖ τὸν νοῦν ὀφθαλμὸν εἶπε, ἐνταῦθα δὲ τὰς πνευματικὰς τοῦ νοῦν ἐνεργείας, τήν τε πρακτικὴν, καὶ θεωρητικὴν, ὀφθαλμοὺς ἐκάλεσε, ἃς ὁ κατορθῶν ἀγαθὸν ὅραμα ἔχει ὀφθαλμῶν. Ἰστέον δὲ ὡς ἡ θεία Γραφὴ ἐξ ἑνὸς πολλάκις μέρους ὅλην τὴν ψυχὴν καλεῖ· καὶ ἐκ μὲν τοῦ ἐπιθυμητικοῦ, ὡς ὅταν λέγει, Καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλῆσαι ψυχὴν, ἀντὶ τοῦ, τὴν ὄρεξιν. Ἐκ δὲ θυμικοῦ, ὅταν φάσκῃ· Ψυχὴ εὐλογημένη πᾶσα ἀπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. Ἀπὸ γὰρ τοῦ θυμοῦ τὸ ὅλον ψυχὴν εἶπε. Ὅταν δὲ φάσκῃ, Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ἐπειδὴ τὸ ἐν ἡμῖν λογικὸν διὰ ἁγιασμοῦ ἁγνίζεται, ἀπὸ τούτου τὸ ὅλον ψυχὴν ἐκάλεσε· ὅταν δὲ τὸ ὅλον ψυχὴν καλῇ, μετὰ τῶν μερῶν λέγει, Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Καὶ ἐνταῦθα τοίνυν ἀπὸ τοῦ λογικοῦ, 93.557 τουτέστι τῶν ὀφθαλμῶν ἀγαθὸν εἶπε τὸν πνευματικὸν ἅνθρωπον, ἢ τὸν ψυχικόν. "Εἴ τι ἐγένετο, ἥδη κέκληται ὅνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος· καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροτέρου ὑπὲρ αὐτόν· ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα." Εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα· οἱ ἀντιφερόμενοι τῇ τοῦ ∆ημιουργοῦ προνοίᾳ. Οἷον εἰσὶν οἱ ἀπαιδεύτως λέγοντες, ∆ιὰ τί ὁ Θεὸς τὸν μὲν ἐποίησε πένητα, τὸν δὲ πλούσιον; καὶ τὸν μὲν ἀπρεπῆ, τὸν δὲ καὶ λίαν εὐπρεπῆ; καὶ ὅσα τοιαῦτα· ταύτας τὰς φλυάρους ζητήσεις ἀναστέλλων ὁ Ἐκκλησιαστὴς, φησὶν ὅτι πάντων τῶν γεγονότων αὐτὸς οἶδε ὁ ποιητὴς τοὺς λόγους, καθ' οὓς αὐτὰ παρήγαγε· οὐ γὰρ μόνον ἠπίστατο πάντα πρὸ γενέσεως αὐτῶν, ἀλλὰ καὶ τὰ τούτων ὀνόματα ἐν τοῖς τῆς θεϊκῆς προγνώσεως ἐναπέκειτο λόγοις. Εἴ τι γὰρ εἰς γένεσιν ἤγαγεν ὁ Θεὸς, ἤδη τούτου καὶ τὸν λόγον καὶ τὴν προσηγορίαν κεφαλαιωδῶς εἶχε παρ' ἑαυτῷ. Εἰδὼς οὖν καὶ τὰ ἑκάστῳ ἀνθρώπῳ συμφέροντα, οὕτως αὐτὸν εἰς τὸν βίον παρήγαγε, καὶ προέγνωστο αὐτῷ τὰ κατὰ τὸν ἄνθρωπον, ὅτι καὶ τρεπτὸς, καὶ θνητὸς, καὶ ἀσθενής. Μηδεὶς οὖν ἀντιφθεγγέσθω τῷ πάντα εἰδότι πρὸς γενέσεως αὐτῶν, καὶ ἐν κόσμῳ τῷ προσήκοντι, καθ' οὓς οἶδε αὐτὸς λόγους, ἕκαστα παράγοντι. Οὐ γὰρ δυνήσεταί τις μετὰ τοῦ ὄντως ἰσχυροῦ κρίνεσθαι· νικήσει γὰρ πάντως ὁ ἰσχυρὸς, κατὰ τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰρημένον, Ὄπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ΚΕΦΑΛ. Ζʹ. "Τί περισσὸν τῷ ἀνθρώπῳ, ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ; τί ἔσται αὐτῷ; Καὶ ἐποίησε αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.