Commentarii in Ecclesiasten Unit 7 opening
Unit 7.
Lemma-led open — Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν, καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως αὐτοῦ.
Greek
ἥλιον;" Οὐ τὴν ἐνάρετον, ἀλλὰ τὴν ματαίαν τῶν ἀνθρώπων διαβάλλων ζωὴν, φησὶν, ὅτι Τί πλέον ἔχει ὁ περὶ τὰ μάταια ἀσχολούμενος; Γυναῖκα εὐπρεπῆ; Τῷ δῆλον εἰ δι' αὐτὴν ἀνιάσεται, πορνευομένην τυχὸν, ἢ καὶ ἄλλως αὐτὸν λυποῦσαν; Χρήματα; ταῦτα δὲ τὸν Ἰούδαν ἐκρέμασαν. Ἀμπελῶνα; Ναβὼθ διὰ τοῦτον ἐπεβουλεύθη. Τίς γὰρ ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί συμβήσεται αὐτῷ, ἐν ὅσῳ ἐστὶ ἐν τῷδε τῷ βίῳ; Ἡ δὲ παροῦσα λέξις καὶ μαντικὴν καὶ γενεθλιαλογίαν ἀναιρεῖ. Οὐδεὶς γὰρ τούτων σαφὲς οὐδὲν εἰπεῖν δύναται. Εἰ δὲ καὶ πάντα καταθυμίως ἐν ταύτῃ τῇ ζωῇ τινι προσγένοιτο, ἀριθμητὸς ὢν ὁ βίος θᾶττον ὡς σκιὰ παρατρέχει. Ζῇν τοίνυν προσήκει κατὰ ἀρετὴν, εἰς τὸν μέλλοντα καὶ ἀπέραντον καὶ ἄσκιον ἀφορῶντα αἰῶνα· περὶ οὗ καὶ 93.560 διὰ προφητῶν, καὶ διὰ ἀποστόλων, καὶ διὰ τοῦ Κυρίου ἡμῶν μεμαθήκαμεν. Τὰ μὲν γὰρ ἐν τῷδε τῷ βίῳ ἡμῖν συμβησόμενα παντελῶς ἄδηλα· τὰ δὲ ἐν τῷ μέλλοντι καὶ λίαν πρόδηλα· ὅτι τοὺς μὲν ἁμαρτωλοὺς αἱ κολάσεις, τοὺς δὲ δικαίους ἡ αἰώνιος ζωὴ ἀπεκδέχεται. "Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν, καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γεννήσεως αὐτοῦ." Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ ἔλαιον ἀγαθὸν, ὑπὲρ μύρον εὐῶδες, ἐκδέδωκε. Ἐκ δὲ τοῦ μύρου, ὄλην τὴν ἐν ἀνθρώποις ἡδονὴν ἐσήμανε. Ἀγαθὸν οὖν, φησὶν, ἐστὶ, ἐκ τῶν ἀρετῶν φήμην καλὴν καρπώσασθαι, καὶ ἔχειν ὄνομα ἀπογεγραμμένον ἐν οὐρανοῖς διὰ τῆς κατὰ Θεὸν πολιτείας, ἢ πᾶσαν ἀνθρωπίνην ἡδονήν. Ἀγαθὸν δὲ ἀποφαίνεται καὶ τὴν τῆς ἐξόδου ἡμέραν ὑπὲρ τὴν τῆς γεννήσεως. Ἡ μὲν γὰρ τῆς γεννήσεως εἰς τὴν τοῦ βίου θάλατταν εἰσάγει, ἔνθα ὁ δράκων ἐμφωλεύει· ἡ δὲ ἐξάγει τοῦ σταδίου. Καὶ εἰ μέν τις ἁμαρτωλὸς ᾖ, παύεται τοῦ πλείονα ἁμαρτάνειν· εἰ δὲ δίκαιος, τῆς αἰωνίου κατατρυφήσει ζωῆς. Πρὸς δὲ διάνοιαν, Ἀγαθόν ἐστι τὸ κτήσασθαι ὄνομα καλὸν, τουτέστι τὸ μερίδα σχεῖν τὸν Χριστὸν διὰ τῆς πίστεως, καὶ ἐπικληθῆναι τῷ ὀνόματι αὐτοῦ, τουτέστι καλεῖσθαι Χριστιανὸν, ἢ τὸ διδόναι ἁπλῶς ἐλεημοσύνην. Πολλοὶ γὰρ καὶ ἐθνικῶν παρέχουσιν, ἀλλ' οὐδὲν ὤνησαν, ἐὰν μὴ σχῶσι τὸ ὄνομα τὸ ἀγαθόν· εἰ δὲ ἐκ διαθέσεως ἐλεημονικῆς τοῦτο ποιήσουσι, κτήσονταί που πάντως καὶ τὸ ἀγαθὸν ὄνομα, κατὰ τὸν ἑκατοντάρχην Κορνήλιον. Ἀγαθὴ δὲ καὶ ἡ ἡμέρα τοῦ θανάτου, καθ' ἣν τῷ Χριστῷ συνθαπτόμεθα, καὶ τῇ ἁμαρτίᾳ ἀποθνήσκομεν, ὑπὲρ τὴν ἡμέραν τῆς κοινῆς γεννήσεως, καθ' ἣν ἡμᾶς ὁ Ἀδὰμ ἐγέννησε. "Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου." Τὰ ἐν πότῳ παροράματα καὶ ὁ μακάριος Ἰὼβ ὑφορώμενος, ὑπὲρ τῶν δι' ὁμόνοιαν συμποσιαζόντων πρὸς ἀλλήλους παίδων, θυσίας ἔφερε. Ἐν δὲ τῷ πένθει τὸ κοινὸν τῆς φύσεως διενθυμούμενοι, συμπαθεῖς τε γινόμεθα, καὶ τὸν ἑαυτῶν διορθούμεθα βίον. Τοῦτο τάρ ἐστι, "Καὶ ὁ ζῶν δώσει ἀγαθὸν εἰς καρδίαν αὐτοῦ. Ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία." Τὸ κατὰ φύσιν θυμοῦσθαι, οἶον κατὰ παθῶν ἢ δαιμόνων, ἀγαθόν· καὶ περὶ τούτου φησὶ, Ἀγαθὸν θυμός· τὸ δὲ, ὀρέξει καὶ ἐπιθυμία ἀμύνασθαι τὸν ἀδικήσαντα, ψεκτόν. Ἄμεινον οὖν τὸ 93.561 ἐπαινετῶς θυμοῦσθαι ἐν γέλωτι. Τὸ γὰρ σεμνὸν, καὶ μὴ διακεχυμένον πρόσωπον ἀγαθύνεσθαι παρασκευάζει καὶ χαίρειν τοῦ ἀνθρώπου τὴν ψυχήν. Ἄλλως, θυμοῦσθαι λέγεται ὁ λόγῳ ἐπιπληκτικῷ χρώμενος. Ἀγαθὸν οὖν καὶ διδασκάλῳ καὶ δεσπότῃ τοιούτοις κεχρῆσθαι λόγοις πρὸς τοὺς ὑποχειρίους, ἢ προσμειδιᾶν καὶ χαυνοῦν αὐτῶν τὰς ψυχάς. Ἐν γὰρ τῇ τοῦ προσώπου αὐστηρίᾳ, ἣν δὴ κακίαν φησὶ, αὐτός τε ἀγαθυνθήσεται, καὶ τοὺς ὑπὸ χεῖρα ἀγαθοὺς ἀπεργάσεται. "Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καὶ καρδία ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης." Ὁ σοφὸς τὰ ἔνθεν πένθη λογιζόμενος, ὅτι ἐκ φθορᾶς, καὶ ὅτι ῥᾳδίως τὰ τῇδε μεταπίπτει καὶ περιτρέπεται, γίνεται μὲν συμπαθὴς τοῖς ταῦτα ὑπομένουσι· περιφρονεῖ δὲ τῶν
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.