Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek
πρᾶξιν κατὰ ἀρετὴν διεξερχόμενος, καὶ ταῖς προκοπαῖς τελειούμενος, καὶ πάντα διεκδύνων πειρασμόν. "Ἡ σοφία βοηθήσει τῷ σοφῷ, ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει, ὅτι ἄνθρωπος δίκαιος οὐκ ἔστιν ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσει." Ἡ αὐτοσοφία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῷ εἰς αὐτὸν πιστεύοντι, καὶ διὰ πίστεως σοφῷ γινομένῳ, βοηθεῖ, ὑπὲρ τὰς δέκα ἐντολὰς τὰς οὔσας ἐν τῇ πόλει τῶν Ἰουδαίων. Εἰ γὰρ καὶ τὰς δέκα τις ἐφύλαξε νομικὰς ἐντολὰς, ἀλλ' οὐκ ἦν ἄνθρωπον ὄντα μὴ παρολισθαίνειν· καὶ ὁ νόμος οὐδένα ἐδικαίου· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτὸς γέγονεν ἡμῖν σοφία, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Ἄλλως· Μικρός τίς ἐστι κόσμος ὁ ἄνθρωπος, πόλις νῦν ὀνομαζόμενος, πέντε μὲν αἰσθήσεις ἔχων ἐν σώματι, πέντε δὲ ἐν ψυχῇ. Κἂν φιλονεικήσῃ τοίνυν ὁ ἄνθρωπος διὰ τῶν δέκα αἰσθήσεων τῶν ἐξουσιαζουσῶν αὐτοῦ βοηθῆσαι ἑαυτῷ, τὴν δὲ ἀπὸ τοῦ Χριστοῦ τῆς ἀληθινῆς σοφίας μὴ ἔχει ἐπικουρίαν, ἀδυνατήσει τοῦ σώζεσθαι. Ἄνθρωπος γὰρ ὢν οὐ δυνήσεται μὴ ἁμαρτάνειν. "Καί γε εἰς πάντας λόγους οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς τὴν καρδίαν σου· ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε· ὅτι πλειστάκις πονηρεύσεταί σε, καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους." Ἐνταῦθα τὸ ἀμνησίκακον εἰσηγεῖται, ἀσεβεῖς κοινότερον τοὺς λοιδοροὺς καὶ ἁμαρτωλοὺς ἀποκαλῶν. Εἶτα ἐκ περιουσίας κατασκευάζων τὸ μὴ δεῖν προσέχειν ταῖς λοιδορίαις, φησὶν ὅτι μηδ' ἂν ὁ δοῦλός σου καταράσηταί σε, κινηθῇς εἰς θυμόν· μάλιστα μὲν γὰρ καὶ ποικίλως δύναταί σοι ἐπιβουλεύειν. Τοῦτο γάρ ἐστι τὸ, Καθόδους πολλὰς κακώσει καρδίαν σου. Ἢ καὶ οὕτως· Ἡ λοιδορία πολλάκις κακοῖ τὴν ψυχήν. Ἐὰν γάρ τις καθ' ἕκαστον τῶν λοιδορούντων ὀργίζηται, πολλὰς ὑπομένει καθόδους, καθελκόμενος εἰς τὸ πάθος τοῦ θυμοῦ, καὶ κακίας πληροῖ τὴν ἑαυτοῦ ψυχήν. Ἐνθυμοῦ δὲ, φησὶν, ὅτι πολλάκις 93.572 καὶ σὺ ἑτέρους κατηράσω, καὶ κοτόρθου τὸ ἀμνησίκακον. "Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· Σοφισθήσομαι· καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· καὶ βαθὺ βάθος· τίς εὑρήσεται αὐτήν;" Νοητῶν καὶ αἰσθητῶν πραγμάτων ἐφαψάμενος ὁ Ἐκκλησιαστὴς, καὶ ἐκ μέρους γνοὺς τὰ τῆς σοφίας μυστήρια, εἶτα ἐμβλέψας εἰς τὸ ἀχανὲς αὐτῆς πέλαγος, καὶ ὅτι ὅ τις καταλαμβάνει, τοσοῦτον ἀπολιμπάνεται, τὰς παρούσας ἀφῆκε φωνάς. Ὅπερ καὶ ὁ Παῦλος ὕστερον πεπονθὼς, ἔφη θαυμαστικῶς, Ὢ βάθους πλούτου καὶ σοφίας Θεοῦ! Ὡς ἀνεξερεύνητα κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! "Ἐκύκλωσα ἐγὼ, καὶ ἡ καρδία μου, τοῦ γνῶναι, καὶ τοῦ κατασκέψασθαι, καὶ ζητῆσαι σοφίαν, καὶ ψῆφον· καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην, καὶ ὀχληρίαν, καὶ περιφοράν. Καὶ εὑρίσκω αὐτὴν ἐγὼ πικροτέραν ὑπὲρ θάνατον τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα, καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς. Ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς· καὶ ὁ ἁμαρτάνων, συλληφθήσεται ἐν αὐτῇ. Ὁ σοφὸς κύκλῳ συνάγων τὸν ἑαυτοῦ νοῦν περὶ τὴν νόησιν, καὶ ἑαυτὸν θεωρῶν, καὶ τὸ νοούμενον, οὔτε διεστραμμένα κατανοεῖ, οὔτε κατ' εὐθὺ βλέπων πρὸς τὰ αἰσθητὰ ἀφορᾷ· ἀλλὰ πάσας συγκλείσας τὰς αἰσθήσεις, καὶ ἐν τοῖς ἑαυτοῦ γενόμενος, ἐν κύκλῳ θεωρεῖ αὐτὸς ἑαυτὸν ὁ νοῦς, καὶ τὸ νοούμενον. Οὕτως οὖν, φησὶ, συνάγων ἑαυτὸν, ἐζήτησα γνῶναι τίς ἄρα ἐστὶν ἡ ἔξωθεν σοφία, καὶ ἡ περὶ αὐτὴν ψῆφος· εἶτε ἡ κατὰ τὴν τῶν ἀριθμῶν ἀναλογίαν, εἴτε ἡ κατὰ τὴν γενεθλιαλογίαν, καὶ ἁπλῶς ὅπως ποτὲ ψηφίζουσιν Ἑλλήνων παῖδες· καὶ εἰδέναι τίς ἐστι αὕτη ἡ τῶν πολλῶν σοφιστῶν ἀφροσύνη, καὶ ὀχληρία, καὶ ἄστατος περιφορά. Καὶ εὗρον ὅτι ἡ τοιαύτη σοφία ἔοικε γυναικὶ πόρνῃ. Ὥσπερ γὰρ ἐκείνη θηρεύει τοὺς νέους λόγοις ἀπατηλοῖς. οὕτω καὶ αὕτη τοὺς ἄφρονας, συλλογισμῶν σαγήνας πλέκουσα· καὶ ὥσπερ ἐκείνη ἁφῇ μαλακῇ τὴν ψυχὴν ἐκλύσασα καταδεσμεῖ· οὕτω καὶ αὕτη ταῖς τῆς καλιῤῥημοσύνης εὐεπείαις. Ὁ μὲν οὖν ἁμαρτωλὸς ἀβοήθητος ἁλίσκεται ὑπ' αὐτῆς· ὁ δὲ ἀγαθὸς καὶ ὑπὸ Θεοῦ βοηθούμενος τῶν αὐτῆς ἐξαιρεῖται δεσμῶν. Ἀποφαίνεται δὲ καὶ χείρονα θανάτου εἶναι τὴν τοιαύτην σοφίαν, ἤγουν ἀφροσύνην· ὅσῳ ὁ μὲν διαλύει ψυχὴν ἀπὸ σώματος, ἡ δὲ αὐτὴν τὴν ψυχὴν θανατοῖ. 93.573 "Ἰδοὺ καὶ τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστὴς, μιᾷ τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν, ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον· καὶ ἕνα ἄνθρωπον ἀπὸ χιλίων εὗρον· καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον. Πλὴν ἴδε, τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.