Commentarii in Ecclesiasten Unit 8 opening
Unit 8.
Lemma-led open — Καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς,
Greek
Θεὸς, σὺν τὸν ἄνθρωπον εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς." Ὅλον τὸ ῥητὸν πρὸς ἀλληγορίαν βλέπει. Ὁ δὲ νοῦς οὗτος· Κατεξετάζων, φησὶν, ἅπαν τὸ γυναικεῖον γένος, οὐ τὸ σωματικὸν, ἀλλὰ τὸ τῶν ἐκλύτων καὶ γυναικοπρεπῶν ψυχῶν, οὐχ εὗρον ἐν οὐδεμιᾷ αὐτῶν λογισμὸν, ὃν ἐπεζήτησε ἡ ψυχή μου, τουτέστι ἀνδρεῖον· τοῦτον γὰρ ζητεῖ ὁ σοφός· ἀλλὰ καὶ τῶν δοκούντων μὴ γυναικίζεσθαι, ἐξέτασιν ποιούμενος, σπάνιον εὗρον τὸν ὄντως ἄνθρωπον καὶ ἐνάρετον. Εἶτα λογισάμενος πόθεν ἡ τοσαύτη διαφορὰ, εὗρον ὅτι ὁ μὲν Θεὸς πάντα ἄνθρωπον εὐθῆ καὶ ἀδιάστροφον ἐποίησε, αὐτοὶ δὲ ὑπὸ πολλῶν διεμερίσθησαν λογισμῶν· ὡς τὸν μὲν πορνείᾳ, τὸν δὲ φιλαργυρίᾳ, καὶ ἄλλον ἄλλῳ κατακρατηθῆναι πάθει. ΚΕΦΑΛ. Ηʹ. "Τίς οἶδε σοφούς; καὶ τίς οἶδε λύσιν ῥήματος; σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ τιμωρηθήσεται." Ἀδύνατον σοφοὺς διαγνῶναι, τοὺς ὄντως σοφοὺς, μὴ τὸν κατὰ σοφίαν τυπωθέντα, καὶ τοῦτο τὸ χάρισμα ἐκ Θεοῦ εἰληφότα· ὁ γὰρ τὸ χάρισμα τῆς διακρίσεως ταύτης εἰληφὼς, οἶδε τίνες οἱ ὄντως σοφοὶ, καὶ τίνες οἱ οὐκ ὄντες μὲν, νομιζόμενοι δέ. Οὗτος καὶ ἐπιλύει προβλήματα, καὶ στροφὰς λόγων. Οὗτος καὶ πεφωτισμένον ἔχει τὸ τῆς ψυχῆς πρόσωπον ὑπὸ τῆς λαμπηδόνος τῆς θείας σοφίας· ὁ δὲ οὐκ ὢν μὲν σοφὸς, ἀναιδιζόμενος δὲ τῷ προσώπῳ, τουτέστι ἐριστικοὺς προσφέρων λόγους, ἐλεγχόμενος μισεῖται. "Στόμα βασιλέως φύλαξον, καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς· ἀπὸ προσώπου δὲ αὐτοῦ πορεύσῃ." (Ἄλλα δὲ βιβλία ἔχουσι, πορευθῆναι.) Καλὸν μὲν καὶ τῷ ἐπιγείῳ βασιλεῖ ὑποτάττεσθαι· τοῦ δὲ παμβασιλέως Θεοῦ στόμα φυλάττειν ἡ Γραφὴ παρεγγυᾷ, τουτέστι ἐχεμυθεῖν αὐτοῦ τὰ μυστήρια, καὶ μὴ εἰς τοὺς ἀναξίους ἐκφέρειν· διατηρεῖν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς. Καλὸν δὲ φυλάττεσθαι, καὶ τὸ μὴ ὀμνύναι κατὰ Θεοῦ, μηδὲ σπουδάζειν ἔξω τοῦ θείου προσώπου πορευθῆναι, ἀλλὰ πάντα πράττειν ὡς Θεοῦ ἐφορῶντος. Κατὰ δὲ τὴν ἑτέραν γραφὴν οὕτως ἀνάγνωθι· "Καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς," ἀντὶ τοῦ, Μὴ ἐπίτρεχε τοῖς ὄρκοις, ἀλλὰ καὶ ἀπὸ προσώπου αὐτοῦ, τουτέστι τοῦ ὅρκου, πορεύσῃ, 93.576 τουτέστι πορεύθητι, τουτέστι φύγε, μὴ ἀνάσχῃ ὀμόσαι. "Μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἐὰν θελήσῃ, ποιήσει. Καθὼς βασιλεὺς ἐξουσιάζων λαλεῖ καὶ τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας;" Καθόλου μὲν καλὸν τὸ μηδεμιᾷ προλήψει κακῇ κατέχεσθαι, μηδὲ ἐνίστασθαι τοῖς ὁπωσοῦν φαύλοις, ἢ λαληθεῖσιν, ἢ δόξασιν· ἐπειδὴ δὲ τὸ ἐφεξῆς ῥητὸν ἐντολῶν μέμνηται, οὕτω νοήσεις· Ἐπειδὴ ὁ παμβασιλεὺς Θεὸς ὁ πάντων ἐξουσιάζων ἐνομοθέτησε, καὶ οὐκ ἔστιν αὐτῷ ἀντειπεῖν, μὴ στῇς λογοθετῶν τὰς ἐντολὰς, διὰ τί τόδε, καὶ μὴ τόδε ἐνομοθέτησε· τοῦτο γὰρ πονηρία ἐστί· φόβῳ δὲ μᾶλλον καὶ πίστει πλήρου τὰ προστεταγμένα. "Ὁ φυλάσσων ἐντολὴν, οὐ γνώσεται ῥῆμα πονηρόν." Καὶ, "Καιρὸν κρίσεως γινώσκει καρδία σοφοῦ, ὅτι παντὶ πράγματί ἐστι καιρὸς καὶ κρίσις." Ὁ τὴν θείαν, φησὶν, ἐντολὴν φυλάσσων, οὐ γνώσεται ῥῆμα πονηρὸν, ἀντὶ τοῦ, οὐ πράξει πρᾶγμα πονηρόν. Ἡ γὰρ γνῶσις διττή· ἡ μὲν ἐν ψιλῇ τῇ Εὔαν τὴν γυναῖκα αὐτοῦ· οὐκ ἠγνόει μὲν γὰρ αὐτὴν οὐδὲ πρότερον· ὅτε δὲ αὐτῇ ἐπλησίασε, τότε λέγεται αὐτὴν ἐγνωκέναι πράγματι. Κατὰ οὖν τὴν ἐν ἔργῳ γνῶσιν ὁ τὴν ἐντολὴν φυλάττων, ἀγνοεῖ τὸ πονηρὸν, ἀντὶ τοῦ, οὐ πράττει. Κατὰ δὲ τὴν ψιλὴν εἴδησιν ὁ εἰδὼς τί ἐστι καλὸν, οἶδε τί ἐστι φαῦλον· καὶ κατὰ τὸ ἐναντίον, ὁ εἰδὼς τί τὸ φαῦλον, οἶδε τί καὶ τὸ ἀγαθόν. (Τῶν γὰρ ἐναντίων ἡ αὐτὴ γνῶσις, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατ' ἐπιστήμην.) Ὁ τοίνυν σοφὸς, φησὶν, ὁ πᾶν πρᾶγμα ἐν κρίσει καὶ καιρῷ τῷ καθήκοντι διαπραττόμενος, οἶδε ὅτι ἔσται καιρὸς καὶ τῆς καθόλου κρίσεως, καθ' ὃν ὁ δίκαιος κριτὴς ὁ Θεὸς ἑκάστῳ τὸ κατ' ἀξίαν ἀπονέμει. "Ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ' αὐτόν· ὅτι οὐκ ἕστι γινώσκων ἐσόμενον. Ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ;"
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.