Unit 8 rem early
Rem early: Unit 8; lemma and argument toward the thesis.
Greek
Πολλὴ, φησὶν, οὖσα ἡ γνῶσις στενοχωρεῖ τὸν ἄνθρωπον· καὶ ἐὰν θέλῃ γνῶναι πάντα, πολλὴ ἐπελθοῦσα ἐπ' αὐτὸν, ἀποστενοῖ αὐτοῦ τὴν διάνοιαν. Ἃ μὲν οὖν ἀνάγκη αὐτὸν εἰδέναι, ταῦτά ἐστι, ὅτι ζῶον λογικὸν, ὅτι θνητὸν, ἀθάνατον ἔχει τὴν ψυχὴν, ὅτι καλῶν εἰσι καὶ κακῶν ἀνταποδόσεις. Τὰ ὅσα εἰς πίστιν συντείνει, ὅτι κατ' εἰκόνα Θεοῦ γέγονε, καὶ ὀφείλει σώζειν τὴν εἰκόνα. Τὰ δὲ μετ' αὐτὸν ἐσόμενα μόνου Θεοῦ ἐστιν εἰδέναι, καὶ γνωρίσαι οἷς ἂν ἐθελήσῃ. Ἐπειδὴ δὲ περὶ κρίσεως ὁ λόγος, οὕτω νοήσεις· Πολλὴ ἡ γνῶσις ἡ περὶ τῶν λόγων τῆς κρίσεως· καὶ οὐδεὶς ἀπήγγειλε τῷ ἀνθρώπῳ ἀκριβεῖς τοὺς περὶ αὐτῆς λόγους· οἷον πότε ἐστὶ, ἢ ποῦ τὸ κριτήριον συνίσταται, ἢ πῶς ἐξετάζει τὸν ἑκάστου βίον ὁ Θεός· ἢ πῶς οἱ περὶ τὴν ἑνδεκάτην ὥραν πρῶτοι τὸν μισθὸν λαμβάνου 93.577 σιν· ἢ οὒς νομίζομεν ἡμεῖς κακοὺς, τῷ Θεῷ καλοὶ γνωρίζονται· καὶ τὸ ἀνάπαλιν. ∆ιὰ ταῦτα τοίνυν πάντα μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς. "Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου." Ἡ τοῦ πνεύματος σημασία κατὰ πολλῶν φέρεται· καὶ γὰρ ἡ ψυχὴ πνεῦμα καλεῖται, καὶ ὁ ἄνεμος, ὁ ἀὴρ, ὃν ἀναπνέομεν· καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος. Κατὰ πάντα δὲ τὰ εἰρημένα, οὐδεὶς ἐξουσιάζει πνεύματος, εἰ μὴ μόνος ὁ Θεός. Οὔτε γὰρ ψυχῶσαι, ἢ ἐξαγαγεῖν ψυχὴν ἀπὸ σώματος· οὔτε ἄνεμον κινῆσαι, νότον τυχὸν ἢ βοῤῥᾶν· οὔτε πνευματικὸν δωρήσασθαι χάρισμα, ἢ ἀφελέσθαι· οὔτε ἀέρα φθεῖραι, ἢ εὐκραῆ ἀπεργάσασθαι, ἑτέρου τινὸς εἰ μὴ μόνου Θεοῦ. "Οὐκ ἔστιν οὖν ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι αὐτό. Καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου. Καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου." Πρὸς μὲν τὸ ῥητὸν, πολέμου κατειληφότος, οὐκ ἐστιν εὔκαιρον τὸ ἀποστέλλεσθαι καὶ πλεῖν ἐκδημίας. Πρὸς δὲ διάνοιαν, Τὸν ἐν πολέμῳ κελευσθέντα ἀποθανεῖν ὑπὸ Θεοῦ οὐκ ἔστιν ὁ πάλιν ἀποστέλλων εἰς τὴν ἐνθάδε ζωήν. Ἄλλως· Ὅταν ἐν κρίσει ἄρξηταί τις ὑπὸ τῶν ἰδίων πολεμεῖσθαι ἁμαρτημάτων, οὐκ ἔστιν ὁ δυνάμενος λέγειν, Ἀπόστειλόν με εἰς τὸν βίον ἵνα μετανοήσω. Ἀλλ' οὐδὲ μέλλων τελευτᾷν δύναται λέγειν· Συγχώρησόν μοι ζῆσαι, ἵνα μετανοήσω. Οὐ γὰρ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου. "Καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς." Ἀντὶ τοῦ, τὸν ὑπὸ σῆς ἀσεβείας τυραννούμενον καὶ κρατούμενον. Εἰδότες οὖν ὡς οὐκ ἔστι ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστι ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, μὴ ἀσεβήσωμεν. "Καὶ σύμπαντα ταῦτα εἶδον ἐγώ." Ταῦτα ἀκριβῶς ἐγνωκὼς ἀπαγγέλλει ὁ διδάσκαλος, ἐφ' ᾧ πάντας ἡμᾶς πείθεσθαι τοῖς αὐτοῦ λόγοις. "Καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ, τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου." Ἀπερισπάστως, φησὶ, δέδωκά μου τὸν νοῦν, εἰς τὸ εἰδέναι τῶν ἀνθρώπων τὰ ποιήματα, καὶ κατὰ τίνα λόγον ἄνθρωπος ἄνθρωπον κακοῖ. Εἶτα ἐπειδὴ ἄδικον νομίζεται τὸ πολλάκις ἀσεβεῖς εἶναι τοὺς δυνατοὺς, καὶ εὐθηνουμένους, βαθύτερον ἐπισκεψάμενος, εἶδον τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ τῆς ψυχῆς τὴν νεκρότητα. Τὸ γὰρ, εἰς τάφους, νῦν ἀντὶ τοῦ, εἰς τὰς κολάσεις. Καὶ οὐδὲν αὐτοὺς ὠφέ 93.580 λησεν ἡ δύναμις, ἢ τὸ νομισθῆναι ἁγίους εἶναι, καὶ κατέχεσθαι ἐν λειτουργοῖς Θεοῦ. ∆ιδάσκει. τοιγαροῦν μὴ σκανδαλίζεσθαι ἐπὶ τῇ τοῦ παρόντος βίου δοκούσῃ ἀνωμαλίᾳ, ἀποβλέποντας εἰς τὴν τῶν μελλόντων ἀνταπόδοσιν. "Καὶ ἐπορεύθησαν, καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν." Οὗτοι οἱ δόξαντες μὲν εἶναι εὐσεβεῖς καὶ ἅγιοι, πορευθέντες δὲ ἐν ἀσεβείᾳ, ἐπῃνέθησαν ἐν τῇ ζωῇ ἑαυτῶν, ἢ λαθόντες, ἢ κολακευθέντες ἐφ' οἷς ἔπραττον. Ἀλλ' οὐδὲν αὐτοὺς ὠφέλησε τῆς εὐσεβείας τὸ πρόσχημα, ἢ ὁ παρὰ τῶν κολάκων ἔπαινος· ματαιότης δὲ καὶ τούτοις ἀπέβη τὸ πρᾶγμα εἰς τάφους εἰσαγομένοις. Τὸ δὲ, Καί γε τοῦτο ματαιότης, δύναται καὶ τοῖς ἑξῆς ἐφαρμόζεσθαι στίχοις, ἵνα ᾖ οὕτως· "Καί γε τοῦτο ματαιότης, ὅτι οὐκ ἔστι γινομένη ἀντίῤῥησις ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ· διὰ τοῦτο ἐπληροφορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου ἐν αὐτοῖς, τοῦ ποιῆσαι τὸ πονηρόν." Τοῦτο, φησὶ, τὴν ἐν βίῳ ματαιότητα εἰργάσατο, ὅτι οὐκ εἰσὶν οἱ ἀντιλέγοντες καὶ ἐλέγχοντες τοὺς τὰ πονηρὰ διαπραττομένους, ταχύ· ἀντὶ τοῦ, οὐ κατὰ σπουδὴν τοῦτο ποιοῦντες, καὶ τοῖς ἐλέγχοις ἀνακόπτοντες τὴν πονηρίαν, ἢ τὸ ταχὺ, ἀντὶ τοῦ, ἐν σπουδῇ καὶ ἐπιμελῶς τὰ πονηρὰ διαπραττομένους. ∆ιὰ τοῦτό φησιν· Ἐκ τοῦ μὴ ἐξελέγχεσθαι τοὺς φαύλους, ἀλλὰ καὶ ἐπαινεῖσθαι, ἐπληροφορήθη
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.