Unit 11 rem close
Rem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek
προφήταις, ἀνεζήτουν, φησίν· οὐ γὰρ ἀπλῶς θελῆσαι δεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ πολὺ ζητῆσαι. Ὁ γὰρ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Ταῦτα οὖν ζητῶν ὁ Ἐκκλησιαστὴς, ἔγνω ὅτι οἱ λόγοι τῶν θεοσεβῶν ἐοίκασι βουκέντροις. Ὥσπερ γὰρ τὰ βούκεντρα πλήττουσι τοὺς βόας, ἐπὶ τῷ τὴν αὔλακα τῷ ἀρότρῳ τέμνειν· οὕτω καὶ οἱ τῶν θεοσόφων ἀνδρῶν λόγοι διεγείρουσιν ἡμᾶς τοὺς ἐπ' ἐλπίδι ἀροτριῶντας, ἀνατέμνειν τῆς ψυχῆς τὴν αὔλακα, καὶ διακαθαίρειν, καὶ καταφυτεύειν τὰ καλὰ τῆς ἀρετῆς μοσχεύματα. Ἐοίκασι δὲ καὶ ἥλοις πεπυρωμένοις, οἵ τινες βαθύτερον καὶ εὐμαρέστερον τοῖς ξύλοις προσπήγνυνται· οὕτω καὶ οἱ τούτων λόγοι εἰς τὸ βαθὺ τῆς διανοίας ἡμῶν ἐγκαταπήγνυνται. Οὗτοι δὲ οἱ λόγοι, φησὶν, παρὰ τῶν συνταγμάτων ἐδόθησαν· ἕτερα δὲ βιβλία παρὰ τῶν συνθεσμάτων ἔχουσι. Συντάγματα δὲ νόει, ἢ συνθέσματα, τὰ τοῦ Θεοῦ ποιήματα, τὰ ἀκροφυῶς συντεταγμένα, καὶ ἐναρμονίως συντεθέντα, ἐξ ὧν ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν καταλαμβάνομεν· καὶ συντάγματα, τὰς δύο ∆ιαθήκας, Παλαιὰν καὶ Καινήν. Πόθεν δὲ ἡμῖν ἡ γνῶσις ἐδόθη τῆς τῶν αἰσθητῶν θεωρίας, καὶ τῆς τῶν νοητῶν καταλήψεως; Ἐκ ποιμένος ἑνός. Ποίου ποιμένος; τοῦ καὶ τὰ ἐν οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς λογικὰ ποιμαίνοντος, τοῦ φήσαντος· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀλλὰ, Καὶ περισσὸν, φησὶ, ἐξ αὑτῶν. Ποῖον τὸ περισσόν; ἐκ τῆς τούτων γνώσεως, ὅτι ζωὴν αἰώνιον κληρονομοῦμεν, ὅτι καὶ αὐτὸν ἀξιούμεθα τὸν καλὸν Ποιμένα ἔχειν διδάσκαλον, καὶ ὅτι οἱ ταύτης τῆς γνώσεως ἐν τῷδε τῷ βίῳ καταξιωθέντες, καὶ τῆς τελείας γνώσεως ἐν τῷ μέλλοντι καταξιοῦνται, καθαροὶ καθαρῶς ὑπὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἐλλαμπόμενοι. "Υἱὲ, φυλάσσου τοῦ ποιῆσαι βιβλία πολλὰ, ὅτι οὐκ ἔστι περασμός· καὶ μελέτη πολλὴ, κόπωσις σαρκός." Πολλὰ βιβλία, καὶ λόγοι πολλοὶ οἱ μὴ πρὸς τὸν αὐτὸν σκοπὸν νενευκότες, οἱ τοιοῦτοι λόγοι καὶ ὀχληροὶ τυγχάνουσιν. Ὅταν μὲν γάρ τις τὸν περὶ ἀληθοῦς θεοσεβείας ἐκτιθῆται λόγον, κἂν ἐν πολλῷ τῷ χρόνῳ διαλέγηται, ὡς ὁ ἱερὸς ἀπόστολος ἐν τῇ σχολῇ τυράννου ἐπὶ τρεῖς νύκτας ἐδίδασκε τὰ περὶ τοῦ Κυρίου· οὗτος οὔτε πολλὰ λέγει, οὔτε ὀχληρός 93.625 ἐστι, ἀλλὰ καὶ ἀκόρεστος τοῖς ἀκούουσιν. Οὕτω καὶ τὰ τῶν θείων Γραφῶν βιβλία πολύστιχα τυγχάνοντα, οὐ πολλὰ λέγονται, ἀλλὰ νόμος Κυρίου· ἐπειδὴ εἷς ἀμφοτέρων τῶν ∆ιαθηκῶν ὁ νομοθέτης, καὶ πρὸς ἕνα σκοπὸν ἅπαντα βλέπουσιν, ὡς καὶ αὐτὸς ἡμῶν ὁ Κύριος ἐδίδαξε, ὁ μέγας Ἐκκλησιαστὴς, ἡ σοφία τοῦ Πατρὸς, Ἀγαπήσεις, λέγουσα, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν γὰρ ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος, καὶ οἱ προφῆται κρέμανται. Ὁρᾷς ἐν ἑνὶ λόγῳ τὰ πολυεπῆ βιβλία συγκεφαλαιούμενα, καὶ διὰ τοῦτο μὴ ὄντα πολλά; Ποῖα τοιγαροῦν ὁ Ἐκκλησιαστὴς ἀποτρέπει βιβλία ποιεῖν; Τὰ τῶν Ἑλλήνων, τῶν τὰς ἀλλήλων ἀνατρεπόντων δόξας, καὶ ἀκήρυκτον πρὸς ἑαυτοὺς ἐχόντων πόλεμον· τὰ τῶν αἱρετικῶν, τῶν ἀλλήλοις ἀντιμαχομένων· τὰς τῶν Ἰουδαίων δευτερώσεις τὰς ἀπεράντους καὶ μυθικάς. Ἑρμηνεύειν γὰρ σχηματιζόμενοι τὰς Γραφὰς, εἰς μύθους καὶ γενεαλογίας ἐξετράπησαν, καὶ παραδόσεις τινὰς οὐ κατὰ τὸ τοῦ νομοθέτου βούλημα. Ἡ ἐν τοῖς τοιούτοις βιβλίοις πολλὴ μελέτη κόπωσίς ἐστι σαρκὸς, μόνον τὸ σῶμα ταλαιπωροῦσα, καὶ καρπὸν μηδένα φέρουσα. Ἡ δὲ περὶ τὰ θεῖα βιβλία μελέτη περὶ ἣν ἡμᾶς ἐνασχολεῖσθαι ἡμέρας καὶ νυκτὸς ὁ ἅγιος [∆αυῒδ] ἐγκελεύεται λέγων· Καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετῆσαι ἡμέρας καὶ νυκτός· οὐ κόπωσις ὑπάρχει σαρκὸς, ἀλλὰ ψυχῆς ἀγαλλίασις. Κἂν γὰρ ἐν ἱδρῶσι καὶ δάκρυσι σπείρωμεν, φιλοπονοῦντες περὶ τὸ καλὸν, ἐν ἀγαλλιάσει θερίσομεν τὸν εὐκλέα τῆς ἀρετῆς καρπόν. Ἀγαθῶν γὰρ πόνων εὐκλεὴς ὁ καρπός. Υἱὸν δὲ ἑαυτοῦ τὸν νουθετούμενον ὁ Ἐκκλησιαστὴς καλεῖ· διὸ προσήκει τὸ πατρικὸν ἡμᾶς φυλάττειν ἀξίωμα, μὴ παραβαίνοντας τὰς πατρικὰς ἐντολάς. Τὸ δὲ, Οὐκ ἔστι περασμὸς, ἀντὶ τοῦ, πέρας τῶν πόνων περὶ τὰ μάταια· ἢ ὅτι τινὰ ἐξ αὐτῶν καρπὸν οὐκ ἔστιν εὑρεῖν· ἢ ὅτι ἀναρίθμητοι αἱ μυριάδες τῶν ἐν τῷ κόσμῳ φερομένων βιβλίων τυγχάνουσιν. "Τέλος λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς ἐν κρίσει, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν." Ἐγὼ δέ σοι, φησὶ, κεφαλαιώδη καὶ ἐπιτομωτάτην σωτηρίας ὁδὸν ὑποδείκνυμι· Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε· φόβον οὐ τὸν εἰσαγωγικὸν καὶ ἐμπαθῆ
About this text
Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.