Commentarii in Ecclesiasten · §u11-rem-mid

Unit 11 rem mid

Rem mid: Unit 11; lemma continues; reading with the letter.

Greek

χρυσίον. Πρὶν οὖν, φησὶ, τὰ τῇδε παρέλθῃ πράγματα, μέτελθε τὴν ἀρετήν. Ἄλλως· Ἀργύριον πολλαχοῦ τῆς Γραφῆς ὁ θεῖος εἴρηται λόγος· χρυσὸν δὲ ἐκλαμβάνομεν τὸν νοῦν· ἀνθέμιον δὲ χρυσίου τὸ ἐν ἡμῖν ἡγεμονικόν. Πρὶν οὖν, φησὶ, παύσηται ὁ λόγος ὁ διδασκαλικὸς, ὁ δίκην τριπλόκου σχοινίου, ἤτοι φραγελλίου τὰ ἐν ἡμῖν ἀπελαύνων πάθη, δι' οὖ δύνῃ καθᾶραι τὸ ἐν σοὶ ἡγεμονικόν· ἀντὶ τοῦ, ἕως εἷ ἐν τῷδε τῷ βίῳ, πολλὴν σαυτοῦ ποίησον ἐπιμέλειαν. "Καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τῆς πηγῆς." Ἐνταῦθα φιλοσοφεῖ περὶ τοῦ ἀνθρωπίνου φυράματος. Ἵνα γὰρ μή τις νομίσῃ εἰς ἀνυπαρξίαν χωρεῖν τὸ σῶμα διαλυόμενον, διὰ συμβόλου διδάσκει τὴν αὐτοῦ παραμονήν. Ὥσπερ γὰρ ὑδρίας πρὸς τῇ πηγῇ συντριβομένης, τὸ ὕδωρ οὐκ ἀπόλλυται, ἀλλ' εἰς τὴν ἑαυτοῦ πηγὴν ἔρχεται· καὶ πάλιν ὅταν τις ἐθέλῃ, τοῦτο ἐξαντλεῖ· οὕτω καὶ τὸ σῶμα διαλυόμενον ἐπὶ τὴν ἑαυτοῦ πηγὴν (τὴν γῆν) ἐπάνεισιν, ἕτοιμον ὂν πάλιν συστῆναι, ὅταν ὁ τὴν ἀρχὴν αὐτὸ διαπλάσας βούληται. Ἄλλως τὸ τῆς ὑδρίας ὕδωρ εἰς τὴν πηγὴν ἐκχεόμενον οὐκ ἀπόλλυται, ἀλλὰ μετὰ τοῦ πληρώματός ἐστι τοῦ ἐν τῇ πηγῇ. Ὅταν οὖν ἐκ τοῦ μέρους καταργηθῇ, κατὰ τὸν Ἀπόστολον, τότε τὸ τέλειον ἔρχεται. Ἡ οὖν μερικὴ γνῶσις ἡ νῦν ἐν ἡμῖν οὖσα, τότε τὴν τελειότητα προσλαβοῦσα, ὡς ὕδωρ ἐστὶ ὑδρίας ἐν ὅλῃ πηγῇ, τὸ μέρος προσλαβοῦσα, ἤγουν τὴν τελειότητα. "Καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον." Κατὰ ἑτερολεξίαν τὸ αὐτὸ νόημα ἔφησε. Συντροχάσαι 93.621 γάρ ἐστι τὸν τροχὸν ἐπὶ τὸν λάκκον, τὸ κλασθῆναι τὸν τροχὸν, καὶ πεσεῖν ἐν τῷ λάκκῳ, μετὰ τοῦ κεραμίου τοῦ ὕδατος. Τροχὸν δὲ λέγει τὸν ἐπικείμενον τῷ λάκκῳ, δι' οὗ ποιοῦνται τὴν ἀνίμησιν. Ὁμοίως δὲ κἀνταῦθα τὸ ὕδωρ ἐπὶ τὸν λάκκον ἐκχεῖται. Ἄλλως· Τροχὸς ὅδε ὁ βίος καλεῖται, διὰ τὸ κινεῖσθαι, καὶ κυλίεσθαι, κατὰ τό· Φωνὴ τῆς βροντῆς ἐν τῷ τροχῷ. Πρὶν οὖν, φησὶ, κυλιόμενος οὗτος ὁ τροχὸς, ἀντὶ τοῦ, ὁ βίος, ἀποκυλίσῃ ἡμᾶς εἰς τὸν λάκκον, τῆς ἑαυτῶν σωτηρίας φροντίσωμεν. Λάκκος δὲ ὁ ᾅδης ὠνομάσθη, κατὰ τό· Ἔσωσάς με ἐκ λάκκου κατωτάτου, καὶ ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. "Καὶ ἐπιστρέψῃ ὁ χοῦς εἰς τὴν γῆν, ὡς ἦν." Πρὸς γὰρ τὸ συγγενὲς στοιχεῖον ἀναλύεται τὸ σῶμα, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. "Καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεὸν, ὃς ἔδωκεν αὐτό." Τὸ πνεῦμα εἰ μὲν λέγοιτο μετὰ ψυχῆς, τὸ συνεζευγμένον τῇ ψυχῇ τὸ πνεῦμα νοοῦμεν· εἰ δὲ ἁπλῶς οὕτως ὥσπερ νῦν, αὐτὴν τὴν ψυχὴν νοοῦμεν τὸ πνεῦμα. Τοῦ οὖν σώματος, φησὶ, εἰς τὴν γῆν ἀναλυομένου, ἡ ψυχὴ πρὸς τὸν Θεὸν ἐπανέρχεται, τῶν βεβιωμένων τοὺς λόγους ἀποδώσουσα, ὃς ἐποίησεν αὐτήν. Οὐ γὰρ ἀπὸ γῆς ἡ τοῦ ἀνθρώπου ψυχή· ἀλλ' ὡς αὐτὸς οἶδε μόνος ὁ ταύτης ∆ημιουργὸς, καὶ συνίσταται, καὶ συνδεσμεῖται τῷ χοϊκῷ τούτῳ σώματι, ὡσπεροῦν καὶ ἐξάγεται ὑπὸ μόνου τοῦ συνδήσαντος. "Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστὴς, τὰ πάντα ματαιότης· καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφὸς, καὶ ὅτι ἐδίδασκε γνῶσιν σὺν τὸν ἄνθρωπον. Καὶ οὗς ἐξιχνιάσεται κόσμιον παραβολῶν." Τὸν πολλάκις ἀνωτέρω λόγον ἀναλαμβάνει, καὶ ἀποφαίνεται τὰ ἐν κόσμῳ πάντα ματαιότητα· καί φησιν, ὅτι τοῦτο περισσὸν ἔσχεν ὁ Ἐκκλησιαστὴς, ἀντὶ τοῦ, κατεξαίρετον καὶ ἴδιον, κτῆμα τῆς σοφίας· κτῆμα γὰρ ὄντως μόνου τοῦ σοφοῦ ἡ σοφία. Καὶ ὅτι ἐσχηκὼς ταύτην ἐφθόνησε τοῖς λοιποῖς ἀνθρώποις· ἀλλ' ἅπερ ἔμαθε ἐξ αὐτῆς, ταῦτα τοῖς ἀνθρώποις παρέδωκε· τήν τε γνῶσιν δηλαδὴ τῶν τε αἰσθητῶν καὶ νοητῶν. Εἶτά φησι, Καὶ ὁ ἔχων οὖς κεκαθαρμένον, δηλονότι οἷος ἦν ὁ λέγων, Προσέθηκέ μοι ὠτὶ τοῦ ἀκούειν, δύναται ἀνιχνεύειν τὰ κόσμια ἐν Παραβολαῖς λεγόμενα. Ἢ καὶ οὕτως· Ὁ ἔχων κόσμιον οὖς, κεχρυσωμένον ὑπὸ τοῦ λόγου, οἷον ἦν τὸ τῆς Ῥεβέκκας, τὸ δεξάμενον τὰ ἐνώτια τοῦ παιδὸς Ἀβραὰμ, δύναται ἀκούειν τὰ παραβολικῶς λεγόμενα. "Πολλὰ ἐζήτησεν ὁ Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος, καὶ γεγραμμένους εὐθύτητος λόγους ἀληθείας. Λόγοι σοφῶν ὡς τὰ βούκεντρα. καὶ ὡς ἧλοι πεπυρωμένοι, οἳ παρὰ τῶν συνταγμάτων ἐδόθη 93.624 σαν, ἐκ ποιμένος ἑνός· καὶ περισσὸν ἐξ αὐτῶν." Λόγους θελήματος φησὶ τοὺς τοῦ θελήματος τοῦ Θεοῦ, καθ' οὓς πολιτευόμενος ἄνθρωπος τῆς αἰωνίου ζωῆς ἐπιλαμβάνεται· ἢ καὶ τοὺς μυστηριώδεις λόγους, περὶ ὧν ἔφησε ἐν ψαλμοῖς ὁ Σωτὴρ, Τοῦ ποιῆσαι, ὦ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην. Θέλημα δὲ ἦν τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς ἐνανθρώπησις. Τοῦ θείου τοίνυν βουλήματος τοὺς λόγους, καὶ αὐτῆς τῆς σοφίας, ἥ τις εὐθύτης καὶ ἀλήθεια καλεῖται, ἐκ τῶν γεγραμμένων παρὰ τοῖς

About this text

Olympiodorus of Alexandria, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Ecclesiasten — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.