Commentarii in Jeremiam Unit 2 opening
Unit 2.
Lemma-led open — Καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε.
Greek
τῇ ἱστορίᾳ, ἀγρὸν νόει τὰ κοσμικὰ πράγματα. "Καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε." Ταῖς τῆς κακίας πολυοδίαις· μία γάρ ἐστιν ὁδὸς, αὐτὸς ὁ Κύριος. "Ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν." Ἡ θανατηφόρος ἁμαρτία, κύκλῳ γὰρ οἱ ἀσεβεῖς περιπατοῦσιν. "Χαλκὸς καὶ σίδηρος." Χαλκὸς καὶ σίδηρος ἀλλήλοις ἀμιγεῖς, ἀγάπην μὴ ἔχοντες. "Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός." Λόγος διδασκαλικὸς ἢ καὶ μάστιξ παιδευτική. "Ἐξέλιπε μόλιβδος." Τῷ ἀργυρίῳ μιγνύμενος ὁ μόλιβδος καθαίρει αὑτοῦ τὴν κακίαν· τοῦτο οὖν φησιν, ὅτι πᾶς τρόπος καθαρτικὸς ἐπηνέχθη αὐτοῖς, καὶ οὐκ ἐκαθάρθησαν. ΚΕΦ. Ζʹ. "Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία." Μετὰ τὴν ἱστορίαν προσήκει νοεῖν, ὡς Ἰουδαία ἐστὶ πᾶσα ψυχὴ ἐγγίζουσα τῇ θεοσεβείᾳ. Ἰούδας γὰρ ἐξομολογούμενος ἑρμηνεύεται. "Καὶ θυμιᾶτε τῇ Βάαλ." Βάαλ ἐκάλουν πᾶν εἴδωλον. Βάαλ δὲ ἑρμηνεύετε τὰ ἀνώτερα κακά. Κεφαλὴ δὲ τῆς ἁμαρτίας ἡ εἰδωλολατρεία. "Μὴ σπήλαιον λῃστῶν, ὁ οἶκός μου;" Τὸ σπήλαιον ἀθύρωτον, καὶ παντὶ προκείμενον εἰς τὴν εἴσοδον. Μέμφεται οὖν αὐτοῖς, ὡς ἀδιαφόρως εἰσιοῦσιν εἰς τὰ ἅγια. "Πᾶν τὸ σπέρμα Ἐφραΐμ." Ἡ βασιλικὴ φυλὴ ἄρχουσα τῶν δώδεκα φυλῶν. "Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα." Κατὰ δύναμιν ἁμαρτάνουσιν. "Καίουσι πῦρ." Πῦρ ἡ ἁμαρτία πολλαχοῦ τῆς Γραφῆς ὠνόμασται. ∆ιὰ τοῦτο πυρὸς αἰωνίου αἰτία τοῖς ἁμαρτάνουσι γίνεται. "Τοῦ ποιῆσαι χαβῶνας." Ξένας τελετὰς ἐπιτελοῦσι. Χαβῶνας δέ φησι πέμματά τινα. "Καὶ φάγετε κρέα." Ὑμεῖς αὐτὰ, φησὶ, φάγετε· ἐγὼ γὰρ θυσιῶν οὐ χρῄζω. "Ἡμέρας καὶ ὄρθρου." Τὸ ἀδιάλειπτον τῆς προφητικὴς παραινέσεως σημαίνει. "Ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν." Ἀπιστίαν αὐτῶν κατηγορεῖ, ἢ καὶ ψευδολογίαν. ΚΕΦ. Ηʹ. "Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνοίξουσι." Ἐποίησε τοῦτο Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς, κατακαύσας τῶν εἰδωλολατρησάντων τὰ λείψανα. "Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν." Αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος. "Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν." Μὴ λέγετε, φησὶν, Οὐκ ἔστιν μετάνοια, ἔστι γάρ. "Ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ." Ἵππος ἐν μακρόδῳ [ἄλλ. μακροδίᾳ] τρέχει, καὶ χρεμετίζει, σημαίνων τὸν κόπον· καὶ ἵππος μὲν διαλιμπάνει τρέχων, οὗτοι δὲ ἀμετάστρεπτον [ἄλλ. ἀμεταστρεπτὶ] τὴν κακίαν ἐργάζονται 93.645 "Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς." Ἀκύλας μὲν τὸν ἐρωδιὸν ἐκδέδωκεν· ἰνδικὸν δέ ἐστιν γένος ὀρνέου ἡ ἀσίδα. Τρυγὼν καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιρούς. "Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν." Ἡ σχοῖνος, φησὶ, τοῦτ' ἔστιν ὁ κλῆρος τῶν γραμματέων, ὃν ἔλαχον ἐπὶ τὸ διδάσκειν, μάταιος γέγονε, διὰ τὸ ἰδικήν τινα σοφίαν ἐπιτηδεύειν, καὶ παρεξηγεῖσθαι τὰ θεῖα νόμιμα. Τοῦτο γὰρ δειλοῖ τό· Σοφία τίς ἐν αὐτοῖς; "Σοφία τίς ἐστὶν ἐν αὐτοῖς;" Οὐδεμία γὰρ ἐν τοῖς τοιούτοις σοφία. Κακίας δὲ μόνον περιουσία τελευτῶσα [ἄλλ. πρὸς] εἰς ἄνοιαν. "Οὐκ ἔστι σταφυλὴ ἐν τοῖς ἀμπέλοις." Τὸν γὰρ ἀμπελῶνα γεωργοῖς ἑτέροις ἐξέδωκεν. "Καὶ ἐπὶ τί ἡμεῖς καθήμεθα;" Οὐ γὰρ ἐγεώργουν τὰ κατὰ Θεόν. Καὶ τί πλέον ἀσφαλείας γένοιτο ἂν, ὅταν ὁ Θεὸς ὁ πάντα πᾶσι παρέχων τὴν ἀσφάλειαν προδίδωσι; ∆έον εἰπεῖν Καταφύγωμεν ἐπὶ τὸν Θεὸν, ἕτι κάτω κεῖνται. Ὁ τῆς φύσεως κρατῶν, καὶ ἄχρηστα δένδρα ποιῶν, οὐ πολλῷ μᾶλλον τὰ τείχη; "Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυράς." Πρὸς μὲν ἱστορίαν εἰς Αἴγυπτον ἔφυγον ὕστερον· πρὸς δὲ διάνοιαν εἰς τὰς Ἐκκλησίας παραινεῖ φυγεῖν. "Καὶ ἀποῤῥιφῶμεν ἐκεῖ." Κατὰ τό· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. "Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά." Ἐδόξαμεν, φησὶ, διὰ τοῦ νόμου καταλλάττεσθαι τῷ Θεῷ, καὶ μὴ νοήσαντες αὐτοῦ τὴν δύναμιν, οὐχ εὕροιμεν ἀγαθά. "∆ιότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις." Τοὺς πολεμίους αἰσθητοὺς, ἢ καὶ νοητούς. "Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται." Ἐπειδὴ γὰρ σχηματίζονται τὴν εὐσέβειαν οἱ δηχθέντες, καὶ παραινέσει οὐ πείθονται,
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.