Commentarii in Jeremiam · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

νομίζοντες εὐσεβεῖν· οὕτως εἰσὶ πικρὰ τῆς πανουργίας τὰ δίκτυα. "Μετ' ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης." Οὐ γὰρ ἐνδέχεται μὴ νύττεσθαι ὑπὸ τῆς συνειδήσεως. "∆ιῆλθε θέρος, παρῆλθεν ἀμητός." Ἐν εὐδίας, φησὶ, καιρῷ, ὅτε καιρὸς ἦν τῆς μετανοίας, οὐ μετενοήσαμεν. "Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ;" Τὸ Γαλαὰδ ὅρος πολλὰς ἔχει κέδρους, ἐξ ὧν ἡ ῥητίνη εἰς πολλὰ πεποιημένη πάθη. Ἡ δὲ πόλις ἡ Γαλαὰδ, πόλις τυγχάνουσα τοῦ Ἰορδάνου, εἴδωλα ἔπλαττεν· οὐκ εἶχον οὖν τοὺς θεραπεύοντας προφήτας, ὅτι οὕτως ἡμάρτανον. "∆ιατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;" Τὰ τραύματα κοῖλα τυγχάνουσι. ∆ιατί οὖν, φησὶν, ἔχοντες τοὺς θεραπεύοντας, οὐκ ἀνήνεγκαν ἴασιν; τουτέστιν οὐκ ἴσωσαν ἑαυτῶν τὰ τραύματα, οὐ συνούλωσαν; ΚΕΦΑΛ. Θʹ. "Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;" Ὕδωρ αἰτεῖ 93.648 λαβεῖν ὁ προφήτης ἐπὶ τῆς κεφαλῆς, ἵνα γένωνται αὐτῷ πηγαὶ δακρύων, καὶ ἐπαξίως κλαύσῃ τοὺς ἀπὸ τῆς ἁμαρτίας τετραυματισμένους· ἀριθμεῖται δὲ αὐτῶν τὰ πλημμελήματα, γεγενημένα μὲν καὶ ἐπὶ τῶν τοῦ προφήτου καιρῶν, τολμηθέντα δὲ παρ' αὐτῶν καὶ κατὰ τοῦ ∆εσπότου Χριστοῦ. Λέγει δὲ καὶ κατὰ μισαδελφίας, καὶ κατὰ τοκιζόντων· προλέγει δὲ καὶ τὴν παντελῆ τῆς Ἱερουσαλὴμ ἐρήμωσιν. "Θυγατρὸς λαοῦ μου." Τῆς συναγωγῆς τῶν Ἰουδαίων. "Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον." Μηδὲ μικρὸν χαλῶντες, ἀλλ' ἀνενδότως διὰ τῆς γλώττης ἁμαρτάνοντες, ὥσπερ ἀμέλει καὶ τὸν Σωτῆρα λοιδορίαις πλύνοντες. "Καταπαίξεται." ∆όλῳ ὑποσκελίζει. "Οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως." Οὐκ ἠθέλησαν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τῆς χαριζομένης αὐτοῖς τὴν εἰσάει ὕπαρξιν, ὅ ἐστι τὴν ἀθανασίαν. "Ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν." Καὶ οἱ ὑψηλοὶ, φησὶ, κατ' ἀρετὴν, καὶ οἱ κτηνώδεις ἐξέκλιναν εἰς τὸ κακόν· σημαίνει δὲ καὶ τὴν παντελῆ τοῦ τόπου ἐρήμωσιν. "Ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν." ∆ιὰ τὸ μηδένα, φησὶν, ἔχειν ὁδεύοντα ἐν ταῖς ὁδοῖς Κυρίου γέγονεν ἔρημος. "Καὶ ἀποστελῶ εἰς αὐτοὺς τὴν μάχαιραν." Τὴν ἀπότομον ἐκδίκησιν. "Καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε." Τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ψυχὰς, ἃς σοφὰς καλεῖ· αὗται γὰρ θρηνοῦσι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀνῃρημένους, ὡς ὁ Παῦλός φησι· Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. "Καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα." Τὸ τῆς μετανοίας δάκρυον. "Ἐγκατελίπομεν τὴν γῆν." Τῆς εὐσεβείας τὴν γνῶσιν. "Καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν." Αὐτοὶ ἑαυτοῖς τῆς αἰχμαλωσίας αἴτιοι γεγόναμεν. "Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν." Καθόλου μὲν διὰ τῶν διδασκάλων τῶν δοκούντων τὰ κεκρυμμένα ἑρμηνεύειν. Αἱ γὰρ θυρίδες φανεροποιοῦσι τὰ ἐντὸς ἑνὸς ἑκάστου διὰ τῶν αἰσθητηρίων· συνέβη δὲ ἴσως τοῦτο καθ' ἱστορίαν, διὰ τῶν πολεμίων· θυρίδες εἰσὶν αἱ τῆς πλάνης ἐπίνοιαι. "Ἀλλ' ἐν τούτῳ ... καυχάσθω συνιεῖν καὶ γινώσκειν." Παραινεῖ ὁ λόγος ἐν μηδενὶ καυχᾶσθαι εἰ μὴ ἐν τῷ συνιέναι, καὶ γινώσκειν τὸν Κύριον, καὶ ὅτι τὸ θέλημα τοῦ Θεοῦ ἐστι, τὸ ἔλεος, καὶ τὸ κρῖμα, καὶ ἡ δικαιοσύνη. "Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν." Αἰγύπτιοι οἱ Βάρβαροι καλοῦνται παρὰ τῇ θείᾳ Γραφῇ. Ἰδουμαῖοί τε, οἱ καὶ Ἐδωμῖται, πόρνοι, καὶ βέβηλοι, ὡς ἀπὸ τοῦ Ἡσαῦ· οἱ δὲ Μωαβῖται, καὶ Ἀμμανῖται διὰ τὸν τρόπον κελεύονται μὴ εἰσιέναι εἰς Ἐκκλησίαν Θεοῦ. Τῶν Ἰουδαίων οὖν τὸν τρόπον, διὰ τῶν ἐθνῶν τούτων ἐχαρακτήρισε, τούτοις αὐτοὺς καλέσας τοῖς ὀνόμασι. 93.649 "Καὶ ἐπὶ πάντα περικειρόμενον." Τοὺς τὸ φαινόμενον καλλωπίζοντας. Λέγει δὲ τοὺς μόρφωσιν ἔχοντας εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένους. ΚΕΦΑΛ. Ιʹ. "Καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε, ὅτι." Τὰς ἡλιακὰς, φησὶν, ἀνακυκλώσεις ὁρῶντες, καὶ σελήνην φθίνουσαν καὶ αὐξανομένην, καὶ ἀστέρων σχέσιν καὶ ἀπόστασιν, καὶ τὰς κατὰ καιρὸν αὐτῶν ἐκφάνσεις καὶ ἀποκρύψεις, καὶ τὴν εὐάρμοστον αὐτῶν κίνησιν, μὴ φοβηθῆτε αὐτὰ ὡς θεοὺς, ἀλλὰ τὸν ταῦτα ποιήσαντα. "Ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ." Ἐν τῷ Υἱῷ· ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα. "Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατησχύνθη ... ὅτι ψευδῆ ἐχώνευσεν." Ὁ μὴ τὴν γνῶσιν ἔχων ταύτης τῆς θεολογίας, μωρός ἐστιν. "Μάταιά ἐστιν ἔργα ... ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται." Ὅταν ὁ Θεὸς ἐπισκέψηται τὴν γῆν, ἐν τῇ παρουσίᾳ δηλονότι τοῦ Χριστοῦ. "Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατοικοῦσαν." Ὦ γνῶσις Θεοῦ, ἡ ἐν τοῖς ἐκλεκτοῖς κατοικοῦσα, ἀπὸ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ποιημάτων καταλαμβάνεταί σου ἡ ὑπόστασις. Καὶ ἡ Ἐκκλησία δὲ ἔξωθεν, τουτέστιν ἐκ τῶν ἐθνῶν συνήχθη. "Καὶ τὸν τόπον αὐτοῦ

About this text

Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.