Commentarii in Jeremiam Unit 3 opening
Unit 3.
Lemma-led open — Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος.
Greek
τοῦ διαβόλου, φησὶ, πιστεύσατε εἰς τὸ φῶς. "Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος." Αἱ γὰρ ψευδεῖς διδασκαλίαι φῶς ὑπισχνούμεναι, θανάτου τυγχάνουσι πρόξενοι. "Κεκρυμμένως κλαύσεται ἡ ψυχή." Ἢ πρὸς τοὺς διδασκάλους ὁ λόγος, ὅτι Αἰσχυνόμενοι οὓς ἠπατήσατε, κεκρυμμένως κλαύσατε· ἢ καὶ πρὸς τοὺς αἰχμαλώτους, ὅτι Τοιαύτη ὑμῶν ἔσται ἡ αἰχμαλωσία, εἴτε νοητὴ, εἴτε αἰσθητὴ, ὡς μηδὲ τολμᾷν φανερῶς δεικνύειν. "Πόλεις αἳ πρὸς νότον συνεκλείσθησαν." Αἱ κατ' εὐσέβειαν πολιτεῖαι, αἱ ἀντικείμεναι τῷ νοουμένῳ βοῤῥᾷ. "Ἀπῳκίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν." Μετὰ τῶν αἰσθητῶν νοεῖ, ὅτι τῶν κατ' εὐσέβειαν ἠθῶν μετέστη. "Ἀνάλαβε τοὺς ὀφθαλμούς σου, Ἱερουσαλήμ." Τοῦτ' ἔστι, κατανόησον. "Τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε;" Ὅταν ἐφιστῶσί σοι οἱ αἰσθητοὶ, ἢ καὶ νοητοὶ πολέμιοι. "Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν." Ἐὰν μὴ γὰρ ἐκδῶμεν ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὐκ ἄρχει ἡμῶν. "Τὰς πτέρνας σου." Αἱ ὁδοί σου, καὶ τὰ ἐπιτηδεύματα γήϊνα. "Εἰ ἀλλάξεται Αἰθίοψ." Φυσικῷ πράγματι παρεικάζει, τὴν ἐκ πολλῆς συνηθείας ἁμαρτίαν, ἵνα δείξῃ ἀναγκαίαν εἶναι τὴν χάριν τοῦ λουτροῦ τῆς παλιγγενεσίας. "Καὶ ὁ χρεμετισμός σου." ∆ιὰ τοῦ χρεμετισμοῦ, σημαίνει, τὴν πρὸς τὴν θήλειαν μίξεως τὴν ἔφεσιν. Τοῦτο οὖν φησιν, ὅτι Καὶ ἐν συγκαταθέσει, καὶ ἐν αὐτῇ τῇ πράξει τὴν ἁμαρτίαν εἰργάσασθε. "Ἐπὶ βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου." Ἀντὶ τοῦ, κατὰ πολλοὺς τρόπους. Πλὴν ἐπὶ τούτων ἔθυον. ΚΕΦΑΛ. Ι∆ʹ. "Ἐπένθησεν ἡ Ἰουδαία." Μετὰ τὸ αἰσθητὸν ἡ γνῶσις τῆς εὐσεβείας. "Καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν." Αἱ εἰσαγωγαὶ καὶ διδασκαλίαι οὐκ ἔχουσαι τοὺς διδασκομένους. "Καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς." Τῆς γὰρ κακίας ἐπικρατούσης ἡ ἀρετὴ καλύπτεται. "Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη." Οὐχ ὡς ἡ Σοδόμων· οὐ γὰρ τελείως ἠφανίσθη· ἀλλὰ τοῦ ὀδυρμοῦ αὐτῆς ἡ κραυγή. "Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ." Οἱ θρόνοι οἱ ἱερατικοὶ ἔπεμψαν ἐπερωτῆσαι ἀπὸ Θεοῦ τὰ συμφέροντα. Νεωτέρους δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ κοσμικαῖς καὶ νεωτερικαῖς αὐτοὺς ἐπιθυμίαις ἐνέχεσθαι. "Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕρησαν ὕδωρ." Τοῦτο εἰ μὴ ἐκ θείας ὀργῆς, οὐκ ἄν ποτε συνέβη. 93.660 Ἄλλως· Οὐ γὰρ εὗρον τὸ ὕδωρ τὸ ζῶν τὸ ἐκ Θεοῦ διδόμενον. "Οἱ γεωργοί." Οἱ ὀφείλοντες ἐργάζεσθαι. "Καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη." Οὐ γὰρ ἦσαν οἱ ἀκούοντες. Τροφὴ γὰρ τῶν ἁγίων οἱ αὐτῶν μαθηταί. "Ὄναγροι ἔστησαν ἐπὶ νάπας." Ἐστέναξαν ἐπὶ τοῖς ἀπολλυμένοις. Ὄναγροι. Οἱ τῶν κοσμικῶν πραγμάτων ἐλεύθεροι. "Ἵνα τί ἐγενήθης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς." Ἵνα τί, φησὶν, οὐ κήδῃ ἡμῶν ὡς ∆εσπότης, ἀλλὰ παρορᾷς ὡσεὶ πάροικος; "Ἐκκλίνων εἰς κατάλυμα." Ὁ ἐπειγόμενος εἰς κατάλυμα φθάσαι, κἂν ἴδῃ τινὰς ὁπωσοῦν χρῄζοντας βοηθείας, παρορᾷ, καὶ παρατρέχει. "Ἠγάπησαν κινεῖν πόδας αὐτῶν." Ἀτάκτως κινεῖσθαι, τρέχειν εἰς τὰ κακά. "Ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι." Ὡς ὑπεραπολογούμενος τοῦ λαοῦ ὁ προφήτης φησὶν, ὅτι Οἱ ψευδοπροφῆται αὐτοὺς ἀπατῶσι· καὶ δύο ἐντεῦθεν πραγματεύεται· μετάγει τὴν ὀργὴν ἐπὶ τοὺς προφήτας, καὶ προτρέπει λέγειν Θεὸν, ὅτι Οὐκ ἐγὼ αὐτοὺς ἀπέστειλα. "Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται." Ἐν παρατεταμένῃ νόσῳ, ὡς τοῦ συντόμου θανάτου αἱρετωτέρου τυγχάνοντος. "Καὶ ἔσονται ἐῤῥιμμένοι ἐν ταῖς διόδοις Ἱερουσαλήμ." ∆ίοδοί εἰσιν αἱ αἴσχιστοι ὁδοί. "Μὴ ἀποδοκιμάζων." ∆έησις τοῦ προφήτου πρὸς Θεὸν, καὶ ἐξομολόγησις ὑπὲρ τοῦ λαοῦ, καὶ Θεοῦ πρὸς αὐτὸν ἀπόκρισις. "Καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;" Ὥσπερ ἀνθρωπίνως διαμορφοῖ τὸν Θεὸν ἡ Γραφὴ τὸν ἀσχημάτιστον, οὕτως καὶ ὡς ἐπὶ ἀνθρώπου, Ἡ ψυχή σου τέθνηκεν. Ἢ προφητικῶς, ὅτι ἔμελλεν ὁ Θεὸς Λόγος δι' ἡμᾶς ἄνθρωπος γίγνεσθαι. "Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.