Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
σου ἐπισυνήχθησαν, μὴ πιστεύσῃς ἐν αὐτοῖς." Εἰ μὲν πρὸς τὸν προφήτην ὁ λόγος, περὶ τῶν ἐν Ἀναθὼθ πολιτῶν αὐτοῦ φησιν, οἵ τινες ἐβούλοντο αὐτὸν ἀνελεῖν. Εἰ δὲ πρὸς τὸν ἁμαρτωλόν· Οἱ πάλαι, φησὶ, διὰ τὴν εὐσέβειαν προσῳκειωμένοι σοι, νῦν βδελύσσονταί σε, καὶ πολέμιοί σοι γεγόνασι, καὶ ἐκδιώκουσί σε. "Μὴ σπήλαιον ὑαίνης." Τὸ τῆς ὑαίνης σπήλαιον μεστόν ἐστιν ἀκαθαρσίας, καὶ ὀστέων νεκρῶν ἐκ διαφόρων σωμάτων. Τοιοῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τάφοι κεκονιαμένοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν, τουτέστι πάσης ἀκαθαρσίας πεπληρωμένοι. "Ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν." Πάντα δι' ἁμαρτίαν πολεμοῦντα τὸν ἄνθρωπον· πρὸς δὲ ἱστορίαν τοὺς Ῥωμαίους φησίν. "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου" Ἡ κατὰ Θεὸν ποιμαντικὴ μία ἐστίν. Οἱ δὲ πολλοὶ ποιμένες, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε αἱρετικοὶ, διαφόρους εἰσηγοῦνται διδασκαλίας, καὶ ἔκαστος τὴν ἑαυτοῦ κρατῦναι βούλεται· ὅθεν καὶ διάφοροι τῶν διδασκομένων οἱ τρόποι. "∆ι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ." Ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν Ἰουδαίων ἡ χώρα· ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμενον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐνδεδωκότα ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ἐννοῶν, ὅτι ὁ Θεός ἐστιν ὁ τῶν ἀνθρώπων κύριος, καὶ οὐκ ὀφείλουσιν αὐτοὶ διὰ τῆς οἰκείας διδασκαλίας κλῆρον ἑαυτῶν ποιεῖσθαι τοὺς διδασκομένους, ἵνα κυριεύσωσιν αὐτῶν. "Ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ." Οἱ τῶν Ἰουδαίων αἰχμάλωτοι. Πρὸς δὲ διάνοιαν, οἱ τὴν ἄκαρπον τῶν πολλῶν ποιμένων παραδεχόμενοι διδασκαλίαν. "Ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς." Πρὸς μὲν ἱστορίαν, ἡ τῶν Ῥωμαίων χεὶρ πορθοῦσα τὴν Ἰουδαίων γῆν· πρὸς δὲ διάνοιαν, τὴν συγχώρησιν τοῦ Κυρίου, διὰ τὸ 93.656 αὐτεξούσιον τῶν τε ποιμένων, καὶ ποιμαινομένων, μάχαιραν Κυρίου νοήσεις διαφθείρουσαν τοὺς ἐν πάσῃ γῇ ταῖς ποικίλαις διδασκαλίαις πειθομένους, οἵτινες οὐδὲ εἰρηνεύουσι πρὸς ἀλλήλους. "Ἐσπείρετε πυροὺς, καὶ ἀκάνθας ἐθερίσατε." Πρὸς τοὺς πολλοὺς ποιμένας ὁ λόγος, οἵτινες διὰ τῆς πιθανολογίας, τρόφιμον δοκοῦντες εἰσηγεῖσθαι διδασκαλίαν, ὄλεθρον ἑαυτοῖς ἀποθερίζουσιν. "Οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς." Τοὺς ποιμένας οὐδὲν οἱ ποιμαντικοὶ ὠφελήσουσι κλῆροι. "Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν." Αἰσχύνης, φησὶ, καὶ ὀνειδισμοῦ ἀξία ἐστὶν ἡ καύχησις παρὰ τῷ Θεῷ. "Ὅτι τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν." Γείτονες πονηροὶ οἱ τὸν θεῖον λόγον παραχαράττοντες, οἵτινες καὶ διεκβολὰς ἐργάζονται, παροχετεύοντες τὴν θείαν διδασκαλίαν. "Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτούς." Ἀνασπῶ, φησὶ, τοὺς σωζομένους τοῦ λαοῦ μου ἀπὸ τῆς γῆς τῶν πονηρῶν γειτόνων· τουτέστι, τῆς εἰδωλολατρείας καὶ ψευδοῦς διδασκαλίας. Ἰούδαν δέ φησι τὸν ἐξομολογούμενον καὶ σωζόμενον λαὸν, ὃν καὶ ἐκβαλεῖν ὑπισχνεῖται ἀπὸ τῆς πονηρᾶς γῆς. "Καὶ ἔσται, μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἀναστρέψω, καὶ ἐλεήσω αὐτούς." Καὶ αὐτοὺς δὲ, φησὶν, ἐλεήσω τοὺς ἐθνικοὺς, τὴν τοῦ ἁγίου λουτροῦ ἄφεσιν χαριζόμενος αὐτοῖς. "Καὶ ἔσται ..., τοῦ ὀμνύειν τῷ ὀνόματί μου." Ἵνα μηκέτι τὰ εἴδωλα, ἀλλὰ τὸν ∆εσπότην Χριστὸν ὅρκιον ἔχωσιν. ΚΕΦΑΛ. ΙΓʹ. "Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν." Περίζωμα λινοῦν τὸ πολλάκις πλύνεσθαι δυνάμενον· σημαίνει δὲ τοὺς πολλάκις συγχωρηθέντας, καὶ μὴ μετανοήσαντας. "Καὶ ἐπορεύθην. Καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ." Τὸ ὕδωρ διέφθειρε τὸ περίζωμα· ὕδωρ δὲ ἡ ἁμαρτία, κάθυγρος οὖσα, καὶ διαῤῥέουσα, καὶ τοὺς αὐτῇ χρωμένους ἀχρείους ἀπεργαζομένη. "Τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων." Ὕβρις εἰς Θεὸν, τὸ τὴν αὐτοῦ προσκύνησιν εἰδώλοις προσφέρειν. "Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου." Ἀσκοῖς αὐτοὺς παρεικάζει, ἢ διὰ τὸ διάκενον καὶ σχῆμα μόνον ἔχειν ἀνθρώπων, ἢ ὅτι εἰ βουληθεῖεν, δύνανται καὶ αὖθις δέξασθαι θεῖα μαθήματα τὰ τῆς εἰς Χριστὸν πίστεως. "Ἰδοὺ ἐγὼ πληρῶ τοὺς ἱερεῖς μεθύσματι." Τῇ τιμωρίᾳ τῆς ἀδικήσεως. "∆ότε τῷ Κυρίῳ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι." Ὁ Κύριος ὑμῶν Ἰησοῦς Χριστὸς φῶς ἐστιν· Ἕως οὖν ἔχετε, φησὶ, τὸ φῶς, πιστεύσατε εἰς αὐτό. "Καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν." 93.657 Ὅρη σκοτεινὰ αἱ πονηραὶ δυνάμεις, καὶ αἱ διαβολικαὶ ἐνέργειαι. Πρὸ τῆς οὖν παῤῥησίας
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.