Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; reading with the letter.
Greek
τοίνυν, φησὶ, τοῖς πρότερον ἁμαρτήμασι, καὶ τοῦτο ἐπεξεῦρον τὸ ἀτόπημα. "Ἰδοὺ ἐγὼ συνάγω αὐτούς," Ἐπαγγέλλεται Θεὸς ἐπανάγειν ἐκ τῆς αἰχμαλωσίας τοὺς υἱοὺς Ἰσραήλ· ὁμοῦ δὲ καὶ προλέγει τὴν Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦ Πνεύματος χάριν. "Καὶ ἔσονταί μοι εἰς λαόν." Τοῦτο κοινὸν περὶ πάντων πιστῶν. "Καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν." Τὴν Κυρίου παρουσίαν. Αὐτὸς γάρ ἐστιν ἡ ὁδός. "Καὶ καρδίαν ἑτέραν." Τὴν τοῦ Πνεύματος χάριν. Πάλιν φησὶν πρὸς αὐτόν· ἐπειδὴ δύσπιστος ὁ λόγος ἦν. "Καὶ διαθήσομαι." Τὴν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. Ἥτις οὐκ ἀλλαγήσεται. ΚΕΦΑΛ. ΛΓʹ. "Οὕτως εἶπε Κύριος ποιῶν γῆν." Κατὰ τὴν ἐξ ἀρχῆς δημιουργίαν, ἀπὸ γῆς ποιῶν τὸν ἄνθρωπον. "Καὶ πλάσσων αὐτήν. Ἀναπλάσσων διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. "Τοῦ ἀνορθῶσαι αὐτήν." ∆ιὰ τοῦ τιμίου σταυροῦ, ἐπειδὴ ἔκειτο βεβλημένη ὑπὸ τῆς ἁμαρτίας. "Κύριος ὄνομα." Περὶ οὗ εἶπεν ὁ Ἀπόστολος· Εἶς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. "Καὶ κράξον πρός με." Ἐκτενῶς δεήθητί μου. "Καὶ ἀπαγγελῶ σοι." Τὰ διὰ τῆς Χριστοῦ παρουσίας γεγενημένα. "Τῶν καθῃρημένων." ∆έον ἀκολουθῆσαι τοὺς Ἰουδαίους τῷ Βαβυλωνίῳ, ἐπειδὴ τοῦτο κρῖμα ἦν τοῦ Θεοῦ, καθελόντες τὰς οἰκίας αὐτῶν, χάρακας ἐποίησαν καὶ προμαχῶνας ἐπὶ τῷ μάχεσθαι τοῖς Χαλδαίοις. ∆ιὰ τοῦτο θανάτῳ καταδικάζονται. "Ἰδοὺ ἐγὼ ἀνάγω." Μετὰ τὴν ἱστορίαν, διὰ τῆς Χριστοῦ παρουσίας. "Καὶ ποιήσω εἰρήνην." ∆ιὰ τὴν εἰς ἐμὲ πίστιν δωροῦμαι αὐτοῖς τὴν εἰρήνην. "Καὶ εἰς μεγαλειότητα." Οὐδέποτε γὰρ τοιαύτη μεγαλειότης γέγονεν, ὡς ἡ διὰ τῆς τοῦ Θεοῦ Λόγου ἐνσάρκου παρουσίας. "Καὶ φοβηθήσονται." Ἢ οἱ δαίμονες ἐπὶ τοῖς γενομένοις ἀγαθοῖς τοῖς ἀνθρώποις, ἢ καὶ αὐτοὶ οἱ εὖ πάσχοντες, ἐφ' οἷς τοιοῦτον πρότερον ἠγνόησαν ∆εσπότην. "Φωνὴ νυμφίου." Τοῦ τῆς ψυχῆς νυμφίου Λόγου λέγοντος· ∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 93.696 "Φωνὴ λεγόντων." Τῆς εὐφραινομένης καὶ λεγούσης· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. "Ὅτι ἐπιστρέψω." Καθὼς ἦν Ἄβελ, καὶ Σὴθ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ Ἀβραὰμ, ἐκ πίστεως, καὶ οὐκ ἐκ νόμου δικαιούμενοι. "Καταλύματα." Ἐν αἷς Ἐκκλησίαι· ἐν αἷς οἱ τούτων ποιμένες διαναπαύουσι τὰ λογικὰ ποίμνια. "Ἐν πόλεσι." Μετὰ τὴν ἱστορίαν, τὰς Ἐκκλησίας νόει· ὀρεινὴν, διὰ τὴν ἐξ ἐθνῶν καλεῖ, διὰ τὸ πάλαι αὐτῆς ἄκαρπον. "Ἔτι παρελεύσεται πρόβατα." Τοῦ ἐπισκεπτομένου, καὶ μὴ ἀμελοῦντος, ἀλλὰ ἀριθμοῦντος καὶ ἐπιζητοῦντος, μή τι τῶν λογικῶν προβάτων ἀπώλετο. ΚΕΦΑΛ. Λ∆ʹ. "Βάδισον πρὸς Σεδεκίαν." Ἐμοῦ παραδιδόντος, φησὶν ὁ Θεὸς, καὶ οὐ τῇ δυνάμει τοῦ Βαβυλωνίου παραδοθήσεται ἡ πόλις. "Καὶ ἕως ᾅδου κόψονταί σε." Καταπαίζει τοῦ Σεδεκίου, ἵνα ἐκεῖνος ὑπονοήσῃ τὴν ἐκ τῶν πολεμίων ἄφεσιν. Ἔλεγε δὲ ὁ χρησμὸς, ὅτι οὐχ ὡς ἀνὴρ ἐν παρατάξει, ἀλλ' αἰχμάλωτος ληφθεὶς ἐν εἰρηνευούσῃ πόλει τῇ Βαβυλῶνι τὸν κοινὸν ὑποίσει θάνατον. Τὸ δὲ, ἕως ᾅδου κόψονταί σε, ἀντὶ τοῦ, πικρὸν οἷα βασιλέα ἐν αἰχμαλωσίᾳ ἀποθανόντα. "Ὁ λόγος ὁ γενόμενος." Μετὰ τὸ συγγράψασθαι τὴν περὶ τῆς ἀφέσεως διαθήκην. "Καὶ ὑπεστρέψατε." Οἱ ἀπολύσαντες αὐτοὺς ἐλευθέρους, πάλιν εἵλκυσαν αὐτοὺς εἰς δουλείαν. "Οὓς ἐξαπεστείλατε." Τῇ προαιρέσει, τῷ θελήματι. Τοῦτο γὰρ τῆς ἐλευθερίας ἴδιον. "Τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ." Ἀντὶ τοῦ, διὰ τὸν μόσχον· τουτέστι διὰ τὴν εἰδωλολατρείαν παραδώσω αὐτούς. Μόσχον καλεῖ τὸν Αἰγύπτιον, διὰ τὸν τῶν Αἰγυπτίων θεὸν τὸν Ἄπιν. Καὶ αὐτοὺς οὖν, φησὶ, καὶ Αἰγύπτιον ὃν εἰς συμμαχίαν ἐκάλεσαν, παραδώσω τοῖς Βαβυλωνίοις. "Καὶ δύναμις βασιλέως." Ἴσως ἀναζεύξαντας αὐτοὺς, καὶ ἀρξαμένους ἀποτρέχειν, ἀπειλεῖ Θεὸς ἐπιστρέφειν. ΚΕΦΑΛ. ΛΕʹ. "Παστοφόριον." Παστοφόριον, ἤγουν γαζοφυλάκιον. "Ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν." Σημείωσαι ὑπακοὴν τέκνων καὶ γυναικῶν ἐπὶ παραφυλακῇ τοσαύτης ἀκριβείας. "Οὐ μὴ λάβητε παιδείαν." Οὐκ ἐντρέπεσθε λοιπὸν, καὶ μεταπορεύεσθε εἰς τὸ ἀκούειν τῶν λόγων μου; ΚΕΦΑΛ. Λ ʹ. "Λάβε σεαυτῷ χαρτίον βιβλίου." Χάρτην βιβλίου, ἢ βιβλίον χάρτινον, ἢ καὶ ἐν τόμοις ἔγραφον τὸ παλαιὸν, καὶ τοῖς τόμοις ἀντὶ τῶν βιβλίων ἐχρῶντο. "Πάντα τὰ κακά." Τὰ ἐπίπονα, τὰ κακωτικά· τὰ 93.697 διὰ τῆς παιδείας προσκαλούμενα αὐτοὺς εἰς διόρθωσιν. "Οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου." Καὶ ἀνωτέρω μὲν ἠπείλησε τῷ Ἰωακείμ· Ταφὴν ὄνου ταφήσεται· καὶ νῦν δὲ αὐτῷ ἀπειλεῖ, ὅτι τὸν χάρτην κατέκαυσεν. "Καὶ προσετέθησαν αὐτῷ λόγοι πλείονες." Ἐπειδὴ ἐνόμισεν ὁ Ἰωακεὶμ ἐξαφανίζειν τὴν προφητείαν διὰ τοῦ ἐμπρησμοῦ τοῦ βιβλίου, κελεύει Θεὸς καὶ τὰ πρῶτα γραφῆναι,
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.