Commentarii in Jeremiam · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

καὶ ἕτερα προστίθησι. ΚΕΦΑΛ. ΛΖʹ. "Καὶ ἐὰν πατάξητε." Οὐχ ὅτι τοῦτο γέγονεν, ἀλλ' ἐκ δειγμάτων αὐτοῖς τὴν παντελῆ ἀνελπιστίαν τοῦ δυνηθῆναι διαφυγεῖν προλέγει. "Τοῦ ἀγοράσαι ἐκεῖ." Ἢ ἀγοράσαι τόπον εἰς οἴκησιν, ἢ ἀγοράσαι ἀντὶ τοῦ, ἀγοράσαι, καὶ ἐπὶ τῆς ἀγορᾶς προφητεῦσαι· ἢ κἀκεῖ παρακινδυνεῦσαι, καὶ τοῖς οἰκείοις κινδύνοις ὠνήσασθαι τὴν σωτηρίαν τῶν σωζομένων. "Πεσέτω τὸ ἔλεος." Ὅτι Γενοῦ ἐλεήμων εἰς ἐμέ. "Καὶ συνέταξεν." Τοῦτο λέγει, ὅτι ῥυπαρὸν ἄρτον ἔξωθεν τοῦ πεττομένου τοῖς ἐλευθέροις, ἵνα εἴπῃ τὸν τοῖς οἰκέταις παρεχόμενον, ἢ καὶ τοῖς κυσίν· ἢ ἐπειδὴ σιτοδεία ἦν ὡς ἐν τῷ πολέμῳ, καὶ ἕκαστος φανερόν τι ἐλάμβανεν, λάθρα ἔπεμπεν ὁ βασιλεὺς τῷ προφήτῃ, ἵνα μή τις αὐτῷ συντύχῃ· ἐφοβοῦντο γὰρ τὴν αὐτοῦ διδασκαλίαν. ΚΕΦΑΛ. ΛΗʹ. "Ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτού." Ἀντὶ τοῦ, κερδᾶναι τὴν ψυχὴν αὐτοῦ. ∆ῆλος οὖν ἐστι θέλων μὴ ἀναιρεθῆναι τὸν προφήτην, ὡς οὐδὲ Πιλάτος τὸν προφητῶν Κύριον Ἰησοῦν. "Καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον." Γίνεται τύπος ὁ προφήτης τοῦ κατὰ Χριστὸν μυστηρίου, τοῦ δεδομένου μὲν εἰς χεῖρας Ἰουδαίων ὑπὸ Πιλάτου, κατελθόντος δὲ πρὸς τὸν δυσώνυμον καὶ ἀηδέστατον ᾄδην, καὶ ἐκ τῶν νεκρῶν ἀναστάντος· ὥσπερ ἀμέλει καὶ ὁ προφήτης ἐκ τοῦ λάκκου πάλιν ἀνέβη· λάκκον δὲ ἡ Γραφὴ πολλαχοῦ τὸν ᾅδην καλεῖ. "Ἐπονηρεύσω ἃ ἐποίησας." Ἀβδεμελὲχ ὁ Αἰθίοψ βουλόμενος σῶσαι τὸν Ἱερεμίαν μέμφεται τῷ βασιλεῖ λέγων· Οὐ καλῶς ἐβουλεύσω ἀποκτεῖναι τὸν ἄνδρα ἐν τῷ λάκκῳ. Ἔδει γὰρ αὐτὸν, τὸν οἴκτιστον σὺν ἡμῖν ὑπομεῖναι θάνατον τὸν διὰ τοῦ λιμοῦ. "Ζῇ Κύριος." Σημεῖον καὶ ἐντεῦθεν, ὅτι κτιστὴ ἡ ψυχή. "Ἐγὼ λόγον ἔχω." Τῶν Ἰουδαίων τινὲς πρὸς τοὺς Χαλδαίους αὐτομολήσαντες, ὑπισχνοῦντο τῷ Σεδεκίᾳ, μὴ συγχωρήσειν τοὺς πολεμίους συλλαβεῖν αὐτόν· καὶ ἐπείθετο μᾶλλον τούτοις, ἢ Θεῷ λέγοντι, δεῖν ἀκολουθῆσαι τῷ Βαβυλωνίῳ. Ἔλεγε δὲ τοῦτο Θεὸς, βουλόμενος αὐτοὺς σωθῆναι· εἰ γὰρ ἔζησαν ἀκολουθήσαντες τῷ πολεμίῳ, γνόντες τὸν παραδόντα 93.700 Θεὸν, μετενόουν, καὶ τὰς αὑτῶν ἐκέρδαινον ψυχάς. "Ἄνδρες εἰρηνικοί σου." Ἀντὶ τοῦ, οἱ φίλοι σου. "Καὶ δυνήσονταί σοι." Τουτέστιν, Ἴσχυσαν παρατρέψαι σε τῆς εὐθείας ὁδοῦ· κατισχύσουσιν. ΚΕΦΑΛ. ΛΘʹ. "Καὶ ἐν τῷ δεκάτῳ ἔτει τοῦ Σεδεκία." Πολιορκήσαντες ἐπὶ χρόνον οἱ Βαβυλώνιοι τὴν Ἱερουσαλὴμ εἷλον, καὶ ἐξαγαγόντες ἐκ τῆς φυλακῆς τὸν Ἱερεμίαν παραδεδώκασι τῷ Γοδολίᾳ, καὶ ἐκάθισαν αὐτὸν ἐν μέσῳ τοῦ λαοῦ. "Καὶ ἐξήγαγον." Ἴσως ἀκούσαντες παρὰ τῶν αὐτομολησάντων οἱ Χαλδαῖοι, ὅτι προὔλεγε τοῖς Ἰουδαίοις μὴ ἀντιστῆναι αὐτοῖς ὁ Ἱερεμίας, ἐτίμησαν αὐτόν. "Καὶ πρὸς Ἱερεμίαν." Εἰπὼν τῆς πόλεως τὴν ἅλωσιν, ἐπειδὴ ἀναγκαῖον ἦν μνημονεῦσαι, ὡς ἐτίμησεν ὁ Θεὸς τὸν Ἀβδεμέλεχ, καὶ ὑπέσχετο αὐτῷ διὰ τοῦ προφήτου μὴ παραδώσειν αὐτὸν εἰς χεῖρας ἐχθρῶν, ἐπειδὴ καὶ αὐτὸς τὸν προφήτην περιεποιήσατο, ἀνέδραμεν εἰς τὰ πρὸ τῆς ἁλώσεως. "Πορεύου." Οὐκ ἀπὸ τόπου εἰς τόπον κελεύει ὁ Θεὸς μεταβῆναι τῷ προφήτῃ· ἐν φυλακῇ γὰρ ἦν· ἀλλὰ τὸ, Πορεύου, ἐνταῦθα ἀντὶ τοῦ, ∆ιακόνησον τοῖς ἐμοῖς λόγοις, καὶ μήνυσον ταῦτα τῷ Ἀβδεμέλεχ. Τὴν ἀποστολικὴν οὖν διακονίαν νόει. "Ὅτι ἐπεποίθεις." Ἡ γὰρ εἰς τὸν προφήτην τιμὴ, εἰς τὸν Θεὸν ἔχει τὴν ἀναφορὰν, καὶ Θεῷ πιστεύων, τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐτίμα. ΚΕΦΑΛ. Μʹ. "Ναβουζαρδάν." Ἀρχιστράτηγος ἦν, οὗ ἐκτὸς οὐδεὶς ἀνῃρεῖτο· διὸ καὶ ἀρχιμάγειρος καλεῖται, ὡς ἐπὶ τῶν φόνων. "Ἅπαντα τὰ ἀγαθά." Ἀντὶ τοῦ, ὃ ἡδύ σοί ἐστι, τοῦτο πρᾶξον. "Καὶ ἤκουσαν." Ἐγὼ, φησὶν, ἀποκωλύω αὐτοὺς, τοῦ ἐπηρεάσαι τινὰ ὑμῶν. "Καὶ ὑμεῖς συνάγετε οἶνον." Ἀπολαύσατε τῶν τῆς εἰρήνης ἀγαθῶν, καὶ Θεῷ τῷ δοτῆρι τούτων προσκομίσατε τὰς ἀπαρχάς. ΚΕΦΑΛ. ΜΑʹ. "Ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας." Πενθοῦντες ἐπὶ τῇ καθαιρέσει τοῦ ναοῦ. "Ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ." Ἀντὶ τοῦ, Λάβε ὅσα ἔχομεν, καὶ μὴ ἀνέλῃς ἡμᾶς. ΚΕΦΑΛ. ΜΒʹ. "Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς." Ἀντὶ τοῦ, Ἐπληρώθη μου ἡ καθ' ὑμῶν ὀργή. "Ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα." Οἱ τῇ ἁμαρτίᾳ προστρέχοντες, νομίζουσιν ἐκφεύγειν τοῦ βίου τὰ ἐπίπονα, οὐ θέλοντες ἀκούειν πολέμους. Ἀγνοοῦσι δὲ τὴν ὕστερον αὐτοὺς καταληψομένην ὀργήν. 93.701 "Καὶ ὁ λιμός." Οὗ πολὺν ποιεῖσθε λόγον δεδοικότες αὐτόν. "Καθὼς ἔσταξεν." Ἀντὶ τοῦ, ἀφείθη. "Μὴ εἰσέλθητε." Προβλέπων τὰ ἐν τῇ καρδίᾳ τῶν Ἰουδαίων τῷ προφητικῷ πνεύματι ὁ Ἱερεμίας, πρὶν ἐκείνους ἀποκρίνασθαι, φησὶ πρὸς αὐτοὺς, ὅτι Οὐκ

About this text

Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.