Commentarii in Jeremiam · §u06-open

Commentarii in Jeremiam Unit 6 opening

Unit 6.

Lemma-led open — Ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν.

Greek

ἀκούσεσθε τοῦ Θεοῦ. "Ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν." Ἕτερα ἐν ταῖς διανοίαις ὑμῶν κεκρικότες, ἀπεστείλατέ με ἐρωτῆσαι Θεὸν πειράζοντες αὐτόν. ΚΕΦΑΛ. ΜΓʹ. "Ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων." Ἴσως ὑπώπτευσαν τὸν Βαροὺχ, ὡς πρότερον πεμφθέντα ὑπὸ τοῦ βασιλέως τῶν Ἰουδαίων δῶρα κομίσαι τῷ Βαβυλωνίῳ, καὶ φίλον αὐτῷ γεγενημένον. Προφασίζονται γὰρ τοῦτο εἰς τὸ παρακοῦσαι Θεοῦ. Τῇ γὰρ κακίᾳ οὐ λείπει πρόφασις. "Ἐν Τάφναις λέγων." Καὶ αὕτη βασιλικὴ πόλις τῶν Αἰγυπτίων ἐτύγχανεν. "Οὓς εἰς θάνατον." Κατ' ἐξουσίαν, φησὶν, ὃ θέλει διαπράξεται. "Ὥσπερ φθειρίζει." Ἐν τοῖς τῶν δαιμόνων ἱεροῖς. Ἀκριβῶς ἐξερευνήσει. "Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως." Ἔστιν Ἡλιούπολις, ἐν ᾗ περιφανὲς ἦν τὸ ἱερὸν, πάντων δαιμόνων καταγώγιον. ΚΕΦΑΛ. Μ∆ʹ. "Ἐφίστημι τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς εἰς κακά." Κατελθόντες οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ, πάλιν εἰδώλοις ἔθυον. Προλέγει οὖν αὐτοῖς πάλιν Θεὸς διὰ τοῦ προφήτου, ὅτι Ἀναμνήσατε ἑαυτοὺς τῶν ἐπενεχθέντων κακῶν τῇ Ἱερουσαλὴμ καὶ τῇ Ἰουδαίᾳ. "Καὶ ἵνα γένησθε εἰς κατάραν." Οἱ γὰρ ἐθνικοὶ ὀνειδίζοντές τισι, καταρώμενοι, ἔλεγον, Οὕτως γενέσθω σοι ὡς Ἰσραηλίταις. "Οὐ μὴ ἐπιστρέψωσι." Οἱ ἐν Βαβυλῶνι, καὶ οἱ σποράδην καθ' οἱουσδήποτε τόπους σωθέντες. "Θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ." Ταύτην δὲ ἴσως τὴν καλουμένην Ἀφροδίτην ὑπενόουν εἶναι, ἣν καὶ Σελήνην, καὶ Ἑκάτην ἐκάλουν οἱ βδελυροί. "Καὶ ἐπλήσθημεν ἄρτων." Ἀπὸ γυναικῶν οἱ λόγοι· οὐδὲ ἐν αὐτοῖς οὖσαι τοῖς κακοῖς, τῶν κακῶν ἐπαισθάνονται. "Καὶ ἐγενόμεθα χρηστοί." Χρηστοὺς λέγει καὶ εὐτραφεῖς τινας, καὶ εὐθηνουμένους, καὶ ἱλαρούς. "Καὶ εἶπεν Ἱερεμίας." Συμφώνως φασὶν ἅπαντες· Εἱλόμεθα τὸ θύειν εἰδώλοις. "Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι." Ἐνταῦθα φανερῶς πάντας εἰσάπαξ μετὰ τῶν ἐθνικῶν ἀπέῤῥιψεν. "Καὶ γνώσονται." Πένητες καὶ γέροντες, οὓς οὐκ ἀξιοῦσιν ἀνελεῖν οἱ πολέμιοι, ὑπολιμπάνονται δὲ ἵνα μηνυταὶ γένωνται τῶν συμφορῶν. "Οἱ καταστάντες." Οἱ ἑλόμενοι οἰκῆσαι ἐν Αἰγύπτῳ. ΚΕΦΑΛ. ΜΕʹ. "Οὕτως εἶπε Κύριος." Ὀλιγωροῦντι [πολυωροῦντι] καὶ στένοντι τῷ Βαροὺχ, φησὶ διὰ τοῦ Ἱερε 93.704 μίου ὁ Θεὸς, ὅτι Περισώσω σου τὴν ψυχὴν ἐν παντὶ τόπῳ. Μὴ ζήτει δὲ, ἄνθρωπος ὢν, ἀπαλλαγῆναι πόνων. Τοὺς νομομαθεῖς, φησὶν, εἰς πάντα σεμνὰ ἐχαρίσατο. Ἐπὶ τὴν Ἀραβίαν φεύγοντες οἱ ἀμφὶ τὸν Σεδεκίαν, εἰς τὴν νῦν καλουμένην ∆άφνην. "Καὶ σὺ ζητήσεις." Μὴ ζητήσῃς· τὰ γὰρ μεγάλα καὶ ἀξιάγαστα οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῷ μέλλοντι αἰῶνι. ΚΕΦΑΛ. Μ ʹ. "Ἐν Χαρμεῖς." Πόλις ἐστὶν ἡ Χαρμὶς ἐν τῇ Μεσοποταμίᾳ. "∆ιὰ τοῦτο αὐτοὶ πτοοῦνται." Ὁ προφήτης φησὶν, ὅτι οἱ παρασκευαζόμενοι εἰς πόλεμον Αἰγύπτου [ἴσ. Αἰγύπτιοι], αὐτοὶ πτοοῦνται. "Τίς οὗτος ὡς ποταμός;" Ὁ Βαβυλώνιος. "Καὶ ἡ ἡμέρα." Μετὰ τὴν ἰστορίαν τὴν Χριστοῦ παρουσίαν νόει, ὅτε τελείως οἱ ἐχθροὶ τοῦ Θεοῦ κατηγορήθησαν δαίμονες. "Ἀνάβηθι Γαλαάδ." Ἡ Γαλαὰδ ἔχει μὲν τὴν ῥητίνην, ἰατρικὴν οὖσαν τραυμάτων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ Γαλαὰδ ἐπηγγέλλετο ἐπαμύνειν τῷ Αἰγυπτίῳ· καὶ αὕτη πρώτη ἑάλω. Ἡ οὖν, φησὶν, ὑπισχνουμένη ἄλλοις βοηθεῖν, σαυτῇ βοήθησον. Παρθένον δὲ τὴν Αἴγυπτόν φησιν, ὡς τότε πρῶτον αἰσχρῶς ὑπὸ πολεμίων ἡττηθεῖσαν, καὶ ὡς ἂν εἴποι τις διαπαρθενευθεῖσαν· θυγατέρα δὲ Αἰγύπτου, τὴν περίχωρον ὀνομάζει. "Ἐπὶ τὸ αὐτὸ ἔπεσαν." Ὁ Νεχαὼ Φαραὼ σὺν τοῖς ὑπηκόοις· ἢ καὶ Γαλαὰδ σὺν τῇ Αἰγύπτῳ. "Ἃ ἐλάλησε Κύριος." Λέγεται Θεὸς ἐν χειρὶ λαλεῖν τῶν προφητῶν, ἐπειδὴ πάντα ὅσα ἤκουσαν οἱ προφῆται ποιεῖν, ἐποίουν. Χειρὶ γὰρ ἡ πρᾶξις. Ἢ καὶ ἐπειδὴ πάντα τὰ μηνυόμενα ὑπὸ τοῦ Θεοῦ, ὑπὸ τῶν προφητῶν εἰς ἔργον ἐχώρει. "Ἀναγγείλατε εἰς Μαγδωλόν." Μέμφις, καὶ Τάφνας, καὶ Μαγδωλὸς, πόλεις ὑπῆρχον Αἰγυπτίων περιφανεῖς καὶ βασιλικαί. "Καὶ παραγγείλατε εἰς Μέμφιν." Ἑτοίμασον σεαυτὴν εἰς

About this text

Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.