Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
φησὶν, εὗρες τὰ σὰ, ὅτι ἐπολέμεις τὸν Ἰσραήλ. Τοῦτο γὰρ ἁρμόσει καὶ κατὰ δαιμόνων, τῶν μηδὲν μὲν προαδικηθέντων, δωρεὰν δὲ ἡμῖν πολεμούντων. "Στόματι βοθύνου." Ἐν σχήματι φάραγγος. – Ἔτι ἀπειλεῖ κατὰ τῆς Μωαβίτιδος, ὡς εἰς αὐτὸν ἐξυβρισάσης τὸν Θεὸν διὰ τοῦ λέγειν· Οὐκ ἰσχύει σώζειν ὁ Θεὸς τὸν Ἰσραήλ. "Οὐχὶ τὸ ἱκανόν;" Οὐχ ὡς προσδοκῶν, ὅτι ἀνταπόδοσίς ἐστιν, οὕτως ἔπραξεν, ἢ οὕτως; οὐ πᾶσαν τὴν ἑαυτοῦ δύναμιν εἰσήνεγκεν εἰς τὴν κατ' ἐμοῦ ὕβριν; "Βοήσατε ἐπ' ἄνδρας κειράδας αὐχμοῦ." Ἐπὶ τοὺς κεκαλλωπισμένους ἄνδρας τῆς Μωαβίτιδος· αὐχμώδης γὰρ ἡ χώρα. Ἢ οὕτως, ἐπὶ τοὺς ὀφείλοντας αὐχμώδεις εἶναι, καὶ πενθεῖν διὰ τὰς ἁμαρτίας· κειρομένους δὲ καὶ τρυφῶντας διὰ καταφρόνησιν. "Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαι." Ὡς τὴνἸαζὴρ, φησὶν, οὕτως καὶ τὴν Σεβαμὴν ποιήσω. Ἀμπέλων δὲ ἐμνήσθη, διὰ τὸ τοὺς πολεμίους δῃοῦν τοὺς καρπούς. 93.709 "Κλήματά σου διῆλθε θάλασσαν." Ὑπὸ τοῦ πλήθους τῶν πολεμίων κατεκλείσθησαν. "Πόλις Ἰαζήρ." Ὁ αὐτὸς τρόπος ὁ ἁψάμενος Ἰαζὴρ,καὶ σοῦ ἥψατο. "Συνεψήσθη." Συνεκόπη, φησὶ, χαρὰ τῆς Μωαβίτιδος. Ἅμα γὰρ τυχὸν ἤρχοντο εὐφραίνεσθαι, ἐπετίθετο ἡ ὀργή. "Καὶ οἶνος ἦν." Ἀλλ' οὐδὲ οἶνος, φησὶν, ἀποστάζων ἐκ τῆς σταφυλῆς τῆς ἀποτεθείσης ἐν τῷ ληνῷ, ἔφθασε πατηθῆναι· ἅμα γὰρ ἤρχοντο πατῆσαι, καὶ ἡ ἀκοὴ τῶν πολεμίων ἀνέκοπτεν αὐτούς. "Πρωῒ οὐκ ἐπάτησαν." Ἀντὶ τοῦ ξηρανθήσονται· θεήλατον δέ φησιν ὀργήν. "∆ιὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοί." Ὁ αὐλὸς ὑπὸ τῆς βίας τοῦ πνεύματος ἑτέρου φυσῶντος βοᾷ. Βιαζόμενοι τοιγαροῦν ὑπὸ τῶν πολεμίων βοήσουσι, κἀγὼ δὲ ὑπὸ τῆς ἑαυτῶν ὕβρεως συνωθούμενος κεκράξομαι ἐπ' αὐτούς. "Πῶς κατήλλαξε;" Ἀντὶ τοῦ, πως ἀντεστράφη; "Ἰδοὺ ὡς ἀετός." Ἀετῷ παρείκασε τὸν Ναβουχοδονόσορ καὶ Ἰεζεκιὴλ διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, καὶ τοῦ κινδύνου τὸ ἄφυκτον, μηδὲν εἰς τοῦτο τῶν ὀχυρωμάτων συναιρομένων, πάσης δὲ γιγνομένης μετὰ πλείστου δέους ἐκλύσεως, γυναικὸς δίκην μελλούσης τίκτειν ΚΕΦΑΛ. ΜΘʹ. "Τοῖς υἱοῖς Ἀμμών." Ἀμμανίταις, ἀπὸ τοῦ Ἀμμὰν ὄντες. "Ἢ παραληψόμενος." Παραληψόμενος, ἀντὶ τοῦ, κληρονόμος, φησίν. Οὐκ ἔστιν ἐν υἱοῖς Ἰσραὴλ ὁ ὀφείλων κληρονομῆσαι τὰς πόλεις τῆς φυλῆς τοῦ Γαλαὰδ ὅτι ταύτας εἰλήφασιν οἱ Ἀμμανῖται. "∆ιατί παρέλαβε Μελχόλ;" Μελχὸλ καὶ εἴδωλον, καὶ βασιλεὺς Ἀμμανιτῶν οὕτω καλούμενος. Ῥαββὰθ, πόλις Ἀμμανιτῶν. "Περιζώσασθε σάκκους." Ταῖς πόλεσι τῶν Ἀμμανιτῶν παρεγγυᾷ τὰς ἀλλήλων ὀλοφύρεσθαι συμφοράς. "Τί ἀγαλλιᾶσθε;" Μανικῶς καὶ ἐλεεινῶς κόψασθε. "Θύγατερ ἰταμίας." Ὁ Ἐνακεὶμ κατ' ἀρχὰς ἐκείνην ᾤκει τὴν γῆν. Ὀλίγον οὖν, φησὶ, μέλλετε χαίρειν ἐν ἐκείνῃ τῇ γῇ, μετ' οὐ πολὺ δὲ αἰχμαλωτίζεσθε. Ἀντὶ τοῦ, Ἀπηνὴς καὶ ἀπάνθρωπε· πρὸς δὲ τὴν γῆν τῶν Ἀμμανιτῶν ὁ λόγος. "Καὶ διασπαρήσεσθε." Ἀντὶ τοῦ, ὅπου ἂν ἕκαστος δυνηθῇ. "Τάδε λέγει Κύριος." ∆ι' ἧς δύναται σωθῆναι· πρὸς δὲ διάνοιαν, ὅτι Ἀπολῶ, φησὶν, τὴν σοφίαν τῶν σοφῶν. "Ἠπατήθη." Ἐν ᾧ ἐπεποίθεισαν ὡς ἀσφαλεῖ, εὑρεθήσεται ἀνωφελής. "Βαθύνατε εἰς κάθισιν." Εἰς βάθος καθίσατε, ἀντὶ τοῦ. Ἐκδέξασθε, καὶ μανθάνετε τὰ συμβησόμενα. ∆αιδὰν δὲ πόλις τῆς Ἰδουμαίας. 93.712 "Ὅτι δύσκολα ἐποίησεν." Τὸν μέλλοντα αὐτῇ πολεμεῖν. "Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ." Οἱ πολέμιοι. Πρὸς δὲ διάνοιαν, οἱ ἀπόστολοι, καὶ οἱ κατὰ καιροὺς τῶν Ἐκκλησιῶν προεστῶτες κατὰ τῆς εἰδωλολατρίας. "Ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν." Τὸν Σατανᾶν. Τὰ δι' ὧν τοὺς ἀνθρώπους ἠπάτων οἱ δαίμονες. "Καὶ αἱ χῆραι." Αἱ ἀποστᾶσαι τῶν ἐθνικῶν ψυχαί. "Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε." Τοὺς διεγείροντας κατὰ τῆς Ἰδουμαίας τὸν πόλεμον. Κατὰ δὲ τὴν θεωρίαν, τοὺς ἁγίους ἀποστόλους. "Ἡ παιγνία σου." Τὸ στρῆνός σου, ἡ ἀναξία σου. "Συνέλαβεν ἰσχύν." Καὶ οἱ βουνοὶ ἐν ἀνάγκαις ὀχυρώματά εἰσιν· ἐπ' αὐτῶν γὰρ ἱστάμενοι, λίθους κατὰ τῶν πολεμίων πέμπουσιν. "Καὶ οὐ μὴ κατοικήσει." Ταῦτα πάντα οὕτως τῇ ἱστορίᾳ ἁρμόζει. Ἤρξατο δὲ κατὰ τῆς δαιμονικῆς πλάνης γίνεσθαι ἀπὸ τῆς παρουσίας Χριστοῦ, καὶ πέρας ἕξουσιν ἐν τῇ συντελείᾳ. "Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται." Ὁ Κύριος ἀνελθὼν ἐκ τοῦ βαπτίσματος. "Καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε." Κερὶ ὧν εἴρηται· Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν· τὰ νήπια αὐτῶν. "Ἐὰν μὴ ἀβατωθῇ." Ἵνα μηκέτι ἔχωσι ποῦ καταλῦσαι οἱ δαίμονες, τῶν ἀνθρώπων ἐλευθερουμένων, καὶ τῶν εἰδωλίων καταστρεφομένων. "Ἰδοὺ ὥσπερ ἀετός." Ὁ μέλλων αὐτὴν καταλύειν. "Τῇ ∆αμασκῷ." Τῆς ∆αμασκοῦ προλέγει τὴν ἅλωσιν. "Κατῃσχύνθη. Ἡμὰθ καὶ Ἀρφὰθ, ἡ
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.