Commentarii in Jeremiam · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

νῦν Ἀντιόχεια, τότε ἐκαλεῖτο. Ἐβασιλεύον[το] δὲ ἐκεῖνα τὰ χωρία τότε ὑπὸ τῆς ∆αμασκοῦ· αὕτη γὰρ ἦν τότε ἡ τῶν Σύρων βασιλικὴ χώρα. "Πῶς οὐχὶ ἐγκατέλιπε πόλιν;" Ἐν ταῖς τῶν πολεμίων ἀκοαῖς καταλιμπάνοντες τὰς πόλεις, εἰς τὰς κώμας ἔφευγον. Πῶς οὖν, φησὶν, ἐπὶ τοιαύταις ἀκοαῖς οὐκ ἔμελλον καταλιμπάνειν τὴν πόλιν, καὶ ἀπιέναι εἰς τὰς κώμας; Πόλιν δὲ ἐμὴν, φησὶν, ἐπειδὴ αἱ πᾶσαι πόλεις τοῦ Θεοῦ εἰσιν. "Ἄμφοδα." Ὡς βασιλεῖς Σύρων, Ἄδερ ἐκαλοῦντο,ὡς καὶ οἱ Αἰγύπτιοι Φαραώ. "Λίαν ἐμβαθύνατε εἰς κάθισιν." Ἐνομίσατε ἀσφαλῶς καθῆσθαι, τουτέστιν οἰκεῖν. "Ἐν τῇ αὐλῇ." Ἐν τῇ ἐρήμῳ. Αὐλὴ δὲ διὰ τὸ αἴθριον. "Ἀνάστηθι καὶ ἀνάβηθι." Καθήμενον εἰς ἀναψυχὴν, ἡσυχάζον, εὐσταθοῦν. "Οἷς οὐκ εἰσὶ θύραι." Βάλανοι, αἱ κλεῖδες, διὰ τὸ αἰθρίους οἰκεῖν. "Μόνοι καταλύουσι." Ἀντὶ τοῦ, διεσπαρμένοι. "Κεκαρμένους." Ἀντὶ τοῦ, τὴν εὐπρέπειαν ἀφηρημένους· ἄλλα δὲ βιβλία ἔχουσι, κεκραμένους, ἀντὶ τοῦ, συγκεχυμένους. 93.713 "Ἐκ παντός." Ἐκ παντὸς τρόπου τροπὴν αὐτοῦ ποιήσω. "Ἃ ἐπροφήτευσεν Ἱερεμίας." Ὃ καὶ γέγονε Κύρου τοῦ Πέρσου καθελόντος τὴν βασιλείαν Χαλδαίων, καὶ τοὺς Ἰουδαίους εἰς τὴν ἰδίαν ἀποστείλαντος. Αἰλὰμ ἢ τῆς Βαβυλῶνος, ἢ καὶ πάσης χώρας ἧς ἦρξε Κῦρος. Χρὴ εἰδέναι ὅτι ὁ ἅγιος Ἰωάννης ὑπομνηματίζων τὸν Ἱερεμίαν, μέχρι τῶν ὦδε ἀκολούθως ὑπεμνημάτισεν. Ἐάσας δὲ τὰ μετὰ ταῦτα, ἄρχεται ὑπομνηματίζειν ἀπὸ τῆς ἀρχῆς τῆς βασιλείας Ἰωακείμ· ἔνθα καὶ τὸ ὑποκείμενον σημεῖον κεῖται, καὶ οὕτω τὰ λοιπὰ ὑπεμνημάτισεν. "Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους." Ἐπαγωγὴν κυκλόθεν, ἢ καὶ τὰ πανταχόθεν ἔθνη σημαίνει, τὰ συνελθόντα Ἀλεξάνδρῳ εἰς τὸν κατὰ ∆αρείου πόλεμον. "Καὶ ἀποστελῶ ὀπίσω αὐτῶν μάχαιράν μου." Τὴν ἀποτομίαν. "Καὶ θήσω τὸν θρόνον μου." Ἀντὶ τοῦ, μετὰ ἐξουσίας ἐπελεύσομαι αὐτοῖς, ἢ περὶ Ἐκκλησίας προθεσπίζει μελλούσης ἔσεσθαι παρ' αὐτοῖς. ΚΕΦ. Νʹ. "Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι." Μετὰ τὴν ἱστορίαν πρὸς τοὺς ἀποστόλους ὁ λόγος. "Παρεδόθη Μαιρωδάχ." Ἡ μὲν ὅλη χώρα ὡς πρὸς τὴν Ἱερουσαλὴμ, Βοῤῥᾶς καλεῖται. Ἡ δὲ Βαβυλὼν ὡς πρὸς τὴν θέσιν τῶν τόπων, νοτιωτέρα ἐστὶ τῶν Μήδων. Φησὶν οὖν, ὅτι ὁ Μαιρωδὰχ μετὰ τῶν Μήδων ἀνιὼν λήψεται τὴν Βαβυλῶνα. "Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι." Ἀντὶ τοῦ, Ἐνταῦθα ἐν τῇ Σιὼν, ὅπου ὁ προφήτης προεφήτευσεν. "∆ιαθήκη γὰρ αἰώνιος." Ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία, ἥτις ἐπληρώθη διὰ Χριστοῦ. "Οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς." Οἱ ἱερεῖς καὶ βασιλεῖς, νομοδιδάσκαλοι, ψευδοπροφῆται. Ἀπὸ κακίας εἰς κακίαν· ἔθυον δὲ καὶ ἐπὶ τοιούτων τοῖς δαίμοσι. "Πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς." Τοῦ νοῦ, καὶ τῶν θείων μαθημάτων, οἷς ἐπανεπαύοντο. –Οἱ ἀλιτήριοι δαίμονες. Μετὰ τὴν ἱστορίαν, πρὸς τοὺς πιστοὺς ὁ λόγος. Αὐτοὶ δὲ, φησὶν, εἰσὶ νομὴ τοῦ Θεοῦ ἐπὶ δικαιοσύνῃ ὑπὸ Θεοῦ ἐκλεχθεῖσα. Ἐπειδὴ γὰρ Θεὸς τοὺς πατέρας αὐτῶν ἐκλεξάμενος ἐξήγαγεν ἐξ Αἰγύπτου, εἰκότως καὶ πρόβατα καλοῦνται, καὶ νομὴ Θεοῦ ὡσανεὶ κτήτορος. "Καὶ ἐξέλθετε." Ἀσύμφωνοι γένεσθε τοῖς Βαβυλωνίοις, καὶ φοβεροὶ τοῖς δαίμοσιν. "Ὅτι ἰδοὺ ἐγὼ ἐγείρω." Τὰ κατεψυγμένα τῇ ἁμαρτίᾳ ἔθνη, αὐτὰ διὰ τῆς εἰς Χριστὸν πίστεως στρατεύουσι κατὰ τῆς εἰδωλολατρείας. "Καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν." Ἡ τῶν Χαλδαίων χώρα, ἡ Βαβυλών. "Ἀνετράπη." Ἡ Βαβυλὼν, ἥτις ἐπὶ δόξῃ καὶ πλούτω ἐγέννησεν ὑμᾶς. 93.716 "Πάντες τείνοντες τόξον." Πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἐπὶ τὴν νοητὴν Βαβυλῶνα. "Ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς." Οἱ ἀλιτήριοι δαίμονες. "Καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς." Αὐτὸς ὁ ἀρχέκακος Σατανᾶς. "Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς." Τῷ Κύρῳ Ἕλληνες συνεμάχησαν· νικησάσης οὖν τῆς Ἑλληνικῆς μαχαίρας, ἀφεθέντες ὑπὸ τοῦ Κύρου οἱ αἰχμάλωτοι εἰς τὴν ἰδίαν ἐπαναστρέψουσιν. "Ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ." Ἀσσύριος ὢν ὁ Σεναχηρεὶμ πρῶτος τὰς δέκα φυλὰς, σάρκας οὔσας ἔφαγε, τουτέστιν ᾐχμαλώτισεν. "Καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ." Ὁ Ναβουχοδονόσορ. Ὀστᾶ δὲ καλεῖ τὸν Ἰούδα, ὡς σύστασιν ὄντα τοῦ παντὸς σώματος. "Ζητήσουσι." Ὅτι πᾶσι τοῖς πιστεύσασιν τὴν ἀμνηστίαν τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐδωρήσατο. "Πικρῶς ἐπίβηθι ἐπ' αὐτήν." Πρὸς μὲν τὴν ἱστορίαν ἐπὶ τὴν Βαβυλῶνα, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν εἰδωλολατρείαν. "Πῶς συνεκλάσθη." Ἡ σφύρα πάσης τῆς γῆς, ἡ τὴν οἰκουμένην συντρίψασα, Βαβυλὼν ἢ καὶ εἰδωλολατρεία. "Ἐπιθήσονταί σοι." Πρὸς μὲν τὴν ἱστορίαν, διὰ τὸ τῶν πολέμων αἰφνίδιον· πρὸς δὲ διάνοιαν, διὰ τὸ κρυπτὸν τοῦ βάθους τοῦ κατὰ

About this text

Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.