Commentarii in Jeremiam · §u07-open

Commentarii in Jeremiam Unit 7 opening

Unit 7.

Lemma-led open — Ἤνοιξε Κύριος.

Greek

Χριστὸν μυστηρίου. "Ἤνοιξε Κύριος." ∆ιὰ τὸ κεκρυμμένον ἀπὸ τῶν αἰώνων μυστήριον. "Ἐρευνήσατε αὐτήν." Ἐξ αὐτῶν τῶν λογισμῶν ἀναμοχλεύσατε τὴν εἰδωλολατρείαν. "Ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς." Πρὸς μὲν τὴν ἱστορίαν, τοὺς τυράννους τῆς Βαβυλῶνος· πρὸς δὲ διάνοιαν, τοὺς τῆς ἁμαρτίας καρποὺς, πορνείαν, καὶ ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. "Φωνὴ φευγόντων." Τῶν εἰς τὸν Κύριον ἡμῶν καταφευγόντων. "Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν." ∆ύναται ταῦτα καὶ κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς λαμβάνεσθαι. "Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς." ∆ρυμῷ μὲν, τῷ πλήθει. Ἰστέον δὲ ὅτι καὶ τὸ θεῖον πῦρ ἐμπίπτον εἰς ψυχὰς, ὥσπερ φλὸξ ἐν δρυμῷ ξύλων, πάντα καταναλίσκει τῆς κακίας τὰ εἴδη. "Τάδε λέγει Κύριος." Περὶ τῆς αἰσθητῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς τῶν ψυχῶν νοητῆς αἰχμαλωσίας, καὶ τῆς αὐτῶν διὰ τοῦ Κυρίου ἀπολυτρώσεώς φησιν. "Κρίσιν κρίνει." ∆ιὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ· Νῦν κρίσις τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβέβληται. "Ἐπὶ τῷ ὕδατι αὐτῆς." Καθ' ἱστορίαν μὲν, ἐπὶ τῷ πλήθει· πρὸς δὲ διάνοιαν, ἐπὶ τῷ ὑγρῷ, καὶ ἀνειμένῳ, καὶ ἁμαρτωλῷ βίῳ. "Καὶ ἐν ταῖς νήσοις." Ὡς καὶ τούτων κρατοῦντες οἱ Βαβυλώνιοι· πρὸς δὲ διάνοιαν, ἐν τοῖς εἰδώλοις. 93.717 "∆ιὰ τοῦτο κατοικήσουσιν." Ὁμοιώματα ἀνθρώπων, οὐκ ἄνθρωποι, ἵνα εἴπῃ τὴν ἀσθένειαν τῶν συμμαχούντων τοῖς βασιλείοις. Καὶ γὰρ καὶ τοὺς ἀντιπράξαντας τῶν νησιωτῶν εἷλεν ὁ Κύρος. Τὴν δὲ τούτων ἐρημίαν σημαίνει διὰ τῶν Σειρήνων, ὡς ἀνθρωπομόρφων λοιπὸν δαιμονίων, ἢ καὶ ᾠδικῶν ὀρνέων, διὰ τὴν ἐρημίαν οἰκούντων τοὺς τόπους. "Ἰδοὺ λαὸς ἔρχεται." Οἱ ἐξ ἐθνῶν πιστεύσαντες. "Καὶ βασιλεῖς πολλοί." Ἔθνος γάρ εἰσιν ἄγιον, βασίλειον ἱεράτευμα· ταῦτα δὲ ἑνοῖ μετὰ τὴν ἱστορίαν. Ὁ ἐν τῷ Ἰορδάνῃ βαπτιζόμενος λαός. Ὁ τὴν νοητὴν Βαβυλῶνα καταπολεμῶν. "Εἰς Γαιθάμ." Γαιθὰμ τόπος τοῦ Ἰορδάνου, ἐν ᾧ πολλοὶ λέοντες. "Ὅτι ταχέως ἐκδιώξω αὐτούς." Τοὺς Χαλδαίους ἐκ τῆς Βαβυλῶνος. "Καὶ τίς οὗτος ποιμήν." Τοῦ γὰρ ἀγαθοῦ ποιμένος ἐξαιρουμένου ἡμᾶς, οὐδὲν ἡμῖν ποιεῖν δύναται ὁ πολέμιος. "Ἐὰν μὴ διαφανισθῇ νομὴ ἀπ' αὐτῶν." Ἀντὶ τοῦ, φίλτατα τέκνα· δεῖγμα δὲ τοῦτο πικρᾶς αἰχμαλωσίας. ΚΕΦ. ΝΑʹ. "Ἄνεμον καύσωνα διαφθείροντα." Μετὰ τὴν ἱστορίαν νόει τοὺς ὑπὸ τοῦ ἁγίου Πνεύματος βοηθουμένους, τοὺς ξηραίνοντας καὶ διαφθείροντας τῆς κακίας τὰ ῥεύματα. "Καὶ μὴ φείσεσθε." Ἀντὶ τοῦ, μὴ πτοηθῆτε τὴν ἀπειλὴν τῶν δαιμόνων. Ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν. "Ὅτι ἡ γῆ αὐτῶν." Πλήρωμα γὰρ, φησὶ, τῆς ἀδικίας τῶν Χαλδαίων, τὸ καὶ τὰ σκεύη τὰ ἅγια καὶ ἁγίους ἄνδρας μετάγειν εἰς Βαβυλῶνα. "Φεύγετε ἐκ μέσου Βαβυλῶνος." Φεύγειν ὁ προφήτης κελεύει ἐκ μέσου τῆς Βαβυλῶνος τοὺς σωζομένους, εἴτε τῆς αἰσθητῆς, εἴτε καὶ τῆς τοῦ κόσμου συγχύσεως. "Ποτήριον χρυσοῦν Βαβυλών." Ποτήριον πολλαχοῦ παρὰ τῇ θείᾳ Γραφῇ ὠνόμασται ἡ λεγομένη ὀργὴ τοῦ Θεοῦ. Ἐπειδὴ οὖν τοὺς προσκυνοῦντας αὐτῷ Θεὸς διὰ Βαβυλωνίων ἐτιμωρεῖτο, ποτήριον μεθύσκον αὐτὴν κέκληκεν· χρυσοῦν δὲ, διὰ τὸν ἐν αὐτῇ πλοῦτον. "Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων." Προφητῶν ἡ φωνὴ εὐχαριστούντων, ὅτι ἐλυτρώθη ὁ λαὸς τῆς τε καθ' ἱστορίαν αἰχμαλωσίας, καὶ τῆς ἐκ

About this text

Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.