Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἀρετὴν, καὶ μὴ ἵστασθε, ἀλλὰ τρέχετε, ἵνα καταλάβητε. "Οἱ μακρόθεν." Οἱ πάλαι τοῦ Θεοῦ μακρόθεν εἰδωλολάτραι. "Καὶ Ἱερουσαλήμ." Ἐν μὲν τῇ Ἱερουσαλὴμ ἔθυον Ἰουδαῖοι· κελεύει δὲ τὴν ὅρασιν τῆς εἰρήνης· τοῦτο γὰρ ἑρμηνεύεται Ἱερουσαλήμ· ἀναβαίνειν εἰς τὰς τῶν πιστῶν καρδίας, ἵνα εἰρηνεύωσι πρὸς Θεὸν τὰ ἀρεστὰ αὐτῷ ποιοῦντες. "Κατεκάλυψεν ἀτιμία." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι εἰς τὸν θεῖον ναὸν εἰσῆλθον οἱ πολέμιοι· πρὸς δὲ διάνοιαν, ὅτι εἰς τὰ ἄδυτα τῆς ψυχῆς ἔσκηψαν οἱ ἀκάθαρτοι δαίμονες. "Καὶ ἀπώλεσεν." Πρὸς μὲν τὸ ῥητὸν, τῆς ἐκ τῶν ἀνθρώπων πολυθεΐας· πρὸς δὲ διάνοιαν, ὅτι ἀνέκραζον ἐκβακχευόμενοι ὑπὸ τῶν δαιμόνων. "Τάδε λέγει Κύριος." Ὁ Σατανᾶς καθ' ὅλης τῆς οἰκουμένης τὰ τεμένη εἰδώλων ἱδρύσας. "Καὶ αἱ πύλαι." Αἱ ἀπάγουσαι εἰς τὴν ἀπώλειαν· τοῦτο δὲ τελείως γίνεται ἐν τῇ καθόλου συντελείᾳ. "Οὐ κοπιάζουσι." Τῷ Βαβυλωνίῳ, ἢ καὶ τῇ πλάνῃ δουλεύοντες. –Οὐκ ἐκλείψουσι, φησί· τὸ γὰρ, οὒ, κατὰ κοινοῦ κεῖται· ὑπὸ τῆς ἀρχῆς τῶν Βαβυλωνίων τυραννούμενοι, ἢ καὶ τοῦ Σατανᾶ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ πάντες ζωοποιηθήσονται. "Εἰπεῖν τῷ Σαραίᾳ." Ἔπεμψεν ὁ Σεδεκίας τὸν Σαρέαν πρεσβευτὴν, δῶρα κομίζοντα τῷ Ναβουχοδονόσορ. Οὗτος λέγεται εἶναι ὁ Βαρούχ. "Καὶ εἶπεν Ἱερεμίας πρὸς Σαραίαν." Οὗτος λέγεται εἶναι ὁ Βαροὺχ, κατὰ χάριν μετωνομασμένος. ΚΕΦΑΛ. ΝΒʹ. "Θυγάτηρ Ἱερεμίου." Οὐ τοῦ προφήτου. Παρθένος γὰρ ἱστορεῖται εἶναι ὁ προφήτης, ὡς κελευσθεὶς ὑπὸ τοῦ Θεοῦ μὴ γῆμαι. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ἐκ Λοβενὰ, ὁ δὲ προφήτης ἐξ Ἀναθώθ· ταύτην εὑρήσεις καὶ ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν. "Καὶ ἐλάλησεν αὐτῷ." Ἐνδίκως αὐτὸν ἔκρινεν, ὡς παραβεβηκότα τὰς ἐν τῷ θείῳ ναῷ ὁρκωμοσίας. "Καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε." Ἐργάζεσθαι ἐν τῷ μύλωνι. "Καὶ τὰς βάσεις." ∆οχεῖον ἦν ὕδατος, διὰ τὸ πολυχώρητον θάλασσα καλούμενον. "Καὶ τοὺς τρεῖς." Τοὺς ἐπιστάτας τῶν θυρωρῶν. "Καὶ τὸν γραμματέα." Τὸν ἀπογραφόμενον τὰ τέλη, καὶ τοὺς εἰσιόντας καὶ τοὺς ἐξιόντας εἰς τὸν πόλεμον. Κατακαύσας δηλονότι καὶ τὰ ἄλλα πάντα σκεύη τὰ ἱερὰ τὰ δυσκατακόμιστα. Τοσοῦτον δηλοῦται τὸ πάχος τοῦ στύλου. 93.725 "Ἐν γῇ Ἡμάθ." Ἡμάθ ἡ νῦν καλουμένη Ἀντιόχεια· ∆εβλαθὰ δὲ τὸ ταύτης προάστειον ἡ ∆άφνη. "Ἔλαβεν Οὐλαιμαδάχαρ." Ἐπειδὴ δὲ οἱ αἰχμάλωτοι κάτω νεύουσιν ὑπὸ τῆς συμφορᾶς, ἔλαβε, φησὶ, τὴν κεφαλὴν αὐτοῦ, ἀντὶ τοῦ, ἀνώρθωσεν, ὕψωσεν, ἄνω βλέπειν παρεσκεύασεν. Ὡς καὶ ∆αβὶδ λέγει· Ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου. Τὸ, ἔλαβεν ἀντὶ τοῦ, ὕψωσεν, ὡς ἐν τῷ τέλει τῆς τετάρτης τῶν Βασιλειῶν φησιν.
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.