Unit 7 rem mid
Rem mid: Unit 7; lemma continues; reading with the letter.
Greek
μέλλοντας ἐπ' αὐτῇ πολεμεῖν. "Ἄρατε παρ' ἐμοῦ." Τῆς Ἀρμενίας ὄρη τὰ Ἀραράτ. 93.721 "Καθήσονται ἐκεῖ." Ἀντὶ τοῦ, πολιορκήσουσιν αὐτήν. "∆ιώκων εἰς ἀπάντησιν διώκοντος." Ἕκαστος τῷ πλησίον εὐαγγελιζόμενος· ἐποίουν δὲ τοῦτο οἱ ἅγιοι ἀπόστολοι, ἐκδιώκοντες μὲν τὴν δαιμονικὴν πλάνην, ἑαυτοῖς δὲ τὴν σωτηρίαν τῶν πιστῶν εὐαγγελιζόμενοι. "Καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος." Ἀπαντῶν ὁ πρῶτος, καὶ ἀπαγγέλλων τῷ ἀποστελλομένῳ δευτέρῳ. "∆ιότι τάδε λέγει Κύριος." Τὴν εἰς λεπτὸν συντριβὴν τῶν οἰκημάτων ἐδήλωσεν· ὡς ἀπὸ Ἱερουσαλὴμ δὲ οἱ λόγοι, τὸ Κατέφαγέ με, καὶ τὰ ἐπ' αὐτῷ. ∆ιὰ μὲν οὖν τὸ θηριῶδες κατέφαγε, διὰ δὲ τὰ λάφυρα καὶ τὰ σκύλα ἐμέρισε. Σκότος δὲ λεπτὸν τὴν ὑπερβάλλουσαν ἀθυμίαν δηλοῖ· ὁ λεπτὸς γὰρ ἀὴρ μᾶλλον τῶν ἡμετέρων καθικνεῖται σωμάτων. "Κατέφαγέ με." Ἱερουσαλὴμ προσερχομένη τῷ Θεῷ κατὰ τοῦ Βαβυλωνίου ταῦτά φησιν, ἀληθέστερον δὲ ἡ Ἐκκλησία τῷ ἑαυτῆς νυμφίῳ κατὰ τοῦ Σατανᾶ. Τὸ δὲ ἐμερίσατο, ὁ μέν τις δαίμων εἰς πορνείαν, ὁ δὲ εἰς φιλαργυρίαν, καὶ ἄλλος εἰς ἄλλην ἀπειρημένην ἐνάγοντες πρᾶξιν. Τὸ δὲ κατέφαγεν, ἐπειδὴ καὶ Θεοῦ ἀποστήσαντας ἑαυτοῖς προσκυνεῖν ἀνέπεισαν. "Κατέλαβέ με σκότος." Ἡ ἐξ ἁμαρτιῶν προδοσία. Τὸ γὰρ πολὺ [ἴσ. πρωῒ] ἀφεγγὲς λεπτόν ἐστιν. "Ἔπλησε τὴν κοιλίαν αὐτοῦ." Ἐξείλκυσάς με τῆς ἐμῆς τρυφῆς, τουτέστι τῶν θείων μαθημάτων. Ἢ καὶ οὕτως, Ἐντρυφῶν ἐν ἐμοὶ ἐπλήρωσε τὴν κοιλίαν αὐτοῦ. "Ἔξωσάν με οἱ μόχθοι μου." Τὰ μοχθηρὰ καὶ ταλαίπωρα ἐπιτηδεύματα. "Καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους. Ἀντὶ τοῦ, αἴτιοί μοι τῆς σφαγῆς οἱ Χαλδαῖοι γεγόνασιν. Ἢ καὶ οὕτως· Ἐκδικήσω μου τὸ αἷμα ἀπὸ τῶν Χαλδαίων. "Καὶ ἔσται." Τὴν χορηγίαν τῶν κακῶν. "Ὅτι ὡς λέοντες." Οἱ βασιλεῖς αὐτῆς. "Ἐν τῇ θερμασίᾳ." Ἐν τῇ αὐτῶν θρασύτητι. "∆ώσω πότημα αὐτοῖς." Τουτέστι τὴν ἀνταπόδοσιν τῶν κακῶν. Καὶ καταβίβασον αὐτούς." Ἢ ὁ προφήτης τοῦτο ἐπεύχεται κατὰ τῶν δαιμόνων, ἢ καὶ Θεὸς τῇ ἐκδικήσει τοῦτο ποιεῖν προστάσσει κατὰ τῆς αἰσθητῆς τῆς νοητῆς Βαβυλῶνος. "Πῶς ἑάλω." Ἐκπλήττονται οἱ ἅγιοι ἐπὶ τῇ πτώσει τῆς Βαβυλῶνος καὶ ἐρημώσει. "Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα." Ἐπὶ μὲν τὴν αἰσθητὴν Βαβυλῶνα, τὸ πλῆθος τῶν πολεμίων· ἐπὶ δὲ τὴν νοητὴν, τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ ἐξαφανίζον τὴν ἁμαρτίαν. "Ἐγενήθησαν." Τὰ τῆς βασιλείας πολιτεύματα. "Καὶ ἐν Βαβυλῶνι." Αἰσθητῶς μὲν τὰ λάφυρα, ἂ πρώην νικῶσα τοὺς πολεμίους ἐλάμβανε. Πρὸς δὲ διάνοιαν, ὅτι κατέπιεν ὁ θάνατος ἰσχύσας. Καὶ πάλιν 93.724 ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς. "Ἀνασωζόμενοι ἐκ γῆς." Οἱ τῶν γηΐνων, φησὶν, ἀποστάντες, ἀεὶ προκόπτετε εἰς
About this text
Olympiodorus of Alexandria, Commentarii in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Jeremiam — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.