Unit 21 rem close
Rem CLOSEOUT: Unit 21 CLOSEOUT.
Greek
ἔνδον πνεῦμα. ὁ γὰρ διαρραγεὶς φυσητὴρ τοῦ χαλκέως ἀφίησι τὸ πνεῦμα. διὸ καὶ ἐπάγει· 32, 222 λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· ἄνθρωπον γὰρ 279 οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. λαλήσω τοιγαροῦν ἀνεπαισχύντως καὶ δίχα πάσης ἀνθρωπαρεσκίας. εἰ δέ τι παρὰ τὸ δίκαιον φθέγξομαι πρόσωπον αἰδούμενος ἤ τινι χαριζόμενος, ὥσπερ τὰ ἱμάτια σῆτες δαπανῶσιν, οὕτω κἀμὲ δαπανήσουσιν οἱ τῆς ψυχῆς σῆτες, ἡ κενοδοξία καὶ ἀνθρωπαρεσκία, τὰς ἐκ θεοῦ τιμωρίας ἐπάγουσαι. 33, 13 οὐ μὴν δέ, ἀλλὰ ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. ἄκουσον τοιγαροῦν, ὦ Ἰώβ· ἄρχομαι γὰρ λοιπὸν τῶν πρὸς σὲ λόγων, καθαρὰν μὲν καὶ παντὸς πάθους ἀνενόχλητον ἔχων τὴν ψυχήν, συνετὴν δὲ ἔχων γνῶσιν καὶ ἀπλανῆ καὶ κεκαθαρμένην. καθαρὰν δὲ λέγει γνῶσιν τὴν ὑπὲρ θεοῦ καὶ πρὸς ἄνθρωπον ἐξ ἰσοτιμίας θέλοντα πρὸς θεὸν δικάσασθαι. 33, 4 πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. ἀρχόμενος τῶν πρὸς τὸν Ἰὼβ λόγων ὁ Ἐλιοὺς εὐχαριστήριον ὕμνον ἀναπέμπει θεῷ αὐτὸν εἶναι λέγων αἴτιον αὐτοῦ καὶ τῆς ποιήσεως καὶ τῆς συνέσεως καὶ τῆς γνώσεως, ᾥτινι πεποιθὼς ἐπὶ τὸ λέγειν προήχθη. σημειοῦ δὲ πάλιν, ὡς τὸ ἅγιον πνεῦμα αἴτιον εἶναι λέγει τῆς ἀνθρώπου ποιήσεως. εἰ γὰρ καὶ δι' οὗ τὰ πάντα † ὁ πατήρ, τὸ 280 αὐτὸ καὶ τοῦ υἱοῦ † ἀχώριστον αὐτοῦ τυγχάνον, ἐπειδὴ καὶ κατὰ φύσιν ἴδιόν ἐστι τοῦ μονογενοῦς. 33, 5 ἐὰν δὲ δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, ὑπόμεινον. ὑπόμεινον τοιγαροῦν ἀκοῦσαι τὰ παρ' ἐμοῦ καί, εἰ ἔστι σοι λόγος ἀντιλογίας, ἀπόκριναι. 33, 56 στῆθι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. μηδὲν οὖν εὐλαβηθῇς πρὸς τὸ ἀποκρίνασθαι, ἰσοπαλὴς γάρ ἐστιν ὁ ἀγών· τῆς γὰρ αὐτῆς ἄμφω τυγχάνομεν φύσεως τῆς ἐκ πηλοῦ καὶ γῆς καὶ οὐδὲν ἐχούσης ὑπέρογκον. ταῦτα δὲ λέγει ἐντρέπων αὐτὸν ὡς θελήσαντα πρὸς θεὸν δικάσασθαι. διὸ καὶ ἐπάγει· 33, 7 οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεία ἔσται ἐπὶ σοί. ἐπειδὴ ἔλεγεν ὁ Ἰώβ· καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω, ἰδού, φησίν, οὐδὲν φοβερὸν οὐδὲ δυνατὸν παρ' ἐμοὶ ὥσπερ παρὰ θεῷ, οὐδὲ ὑπὸ τοῦ φόβου μου περιστρέφῃ καὶ περιτρέπῃ τὴν διάνοιαν, οὐδέ, ἐὰν ἀντείπῃς, δύναμαί σοί τινα πληγὴν ἐπαγαγεῖν βαρύνων κατὰ σοῦ τὴν ἐμὴν χεῖρα. ἔφασκες γάρ, ὡς, εἰ μὴ ταῦτα ἐδεδοίκεις, διαγωνίζεσθαι πρὸς θεὸν ἤθελες. ταῦτα δὲ λέγει ὁ Ἐλιούς, ὡς ἤδη φθάσαντες εἴπαμεν, οὐ καθήκοντα τῆς ἐννοίας, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ. 281 33, 8 πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ῥημάτων σου ἀκήκοα. ἐτόλμησας δὲ εἰπεῖν τοιαῦτα ῥήματα, ὧν αὐτήκοος γέγονα. 33, 911 διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα· μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον. ἔθετο δὲ ἐν ξύλῳ μου τὸν πόδα, ἐφύλαξε δὲ τὰς ὁδούς μου πάσας. ἐθάρρησας δὲ εἰπεῖν· καθαρὸς μέν εἰμι καὶ ἄμεμπτος, ὁ δὲ θεὸς ὥσπερ τις ἐχθρὸς ἀκριβῶς ἀναζητήσας τὰ κατ' ἐμέ, εἴ τι ἄκων παρέβην, εἴ τι ἐν νεότητι ἥμαρτον, ἀνιχνεύσας εὗρεν κατ' ἐμοῦ μέμψιν, ὅπως με τιμωρήσηται. τὸ δὲ ἔθετο ἐν ξύλῳ τὸν πόδα μου ἢ τοῦτο λέγει, ὡς τοῦ Ἰὼβ εἰρηκότος ὅτι· ὥσπερ τῷ καλουμένῳ καλοποδίῳ διεμέτρησέ μου τὸν πόδα, ἵνα εἴπῃ ὅτι· καὶ μέτρα τῶν ἐμῶν ῥημάτων ἀκριβῶς ἐξηριθμήσατο· ἢ ὅτι συνέκλεισε πάσας τὰς πορείας ὥσπερ οἱ ἐν τετρυπημένῳ ξύλῳ τὸν πόδα δεσμοῦντες, τὸ ἀδιεξίτητον τῆς τιμωρίας αἰνιττόμενος. 33, 1213 πῶς γὰρ λέγεις· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. λέγεις δέ· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακήκοε πᾶν ῥῆμα; ἀλλὰ καὶ ἀπετόλμησας εἰπεῖν ὅτι· ἐγὼ μέν εἰμι δίκαιος καὶ δικαίαν ἐποιησάμην πρὸς θεὸν τὴν δέησιν, ὁ δὲ οὐ κατένευσεν οὐδὲ τῶν ἐμῶν ἐπήκουσε λόγων. καίτοιγε ἐχρῆν σε ἐννοεῖν, ὡς ὁ αἰώνιος καὶ ἄναρχος θεὸς ἄριστα τὰ κατὰ τὸν κόσμον ἡνιοχῶν οὐδὲν τοῦ δικαίου παρόψεται. 282 33, 14 ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. καὶ πάντα, ἃ ὥρισε καὶ διετάξατο ὁ θεός, οὐχ ὡς ἄνθρωπος μεταμελόμενος ἢ ἐπιλογιζόμενός τι κρεῖττον ἐνομοθέτησεν, ἀλλὰ πάντα, ἃ διωρίσατο, ἄμεμπτα καὶ ἐπαινετά. τοῦτο γὰρ σημαίνει τὸ ἅπαξ λαλῆσαι ὁ κύριος ὡς
About this text
Olympiodorus of Alexandria, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Job — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.