Commentarii in Job · §u21-rem-mid

Unit 21 rem mid

Rem mid: Unit 21; lemma continues; reading with the letter.

Greek

κενοφωνίαις χρήσομαι, ἀλλὰ ἃ δύνασθε συνιέναι λαλήσω καὶ ἃ δύνασθε νοῆσαι. 32, 1214 καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος αὐτῷ 275 ῥήματα ἐξ ὑμῶν, ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν {τῷ} κυρίῳ προσθέμενοι· ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. διὰ τοῦτο δέ, φησίν, εἰς τὸ λέγειν προήχθην, ἐπειδὴ μηδεὶς ὑμῶν ἐλέγχειν τοὺς λόγους τοῦ Ἰὼβ δεδύνηται, ἀλλ' ἀπεσιωπήσατε ἀνθρώπου τοιαῦτα πρὸς θεὸν λαλήσαντος. τὸ δὲ ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι τοιοῦτόν τινα ὑποβάλλει νοῦν· καὶ ἵνα μὴ νομίσητε, ὅτι τὸ ἁπλῶς προστίθεσθαι τῇ τοῦ θεοῦ μερίδι καὶ θεῷ συνηγορεῖν τοῦτο σοφίας ἐστιν, ἀναγκαίως τοὺς λόγους ποιοῦμαι. ὁ δὲ ὅλος νοῦς τοιοῦτός τις φαίνεται· προῆλθον, φησίν, εἰς τὸ λέγειν δι' αἰτίαν διττήν, πρῶτον μέν, ἵνα μὴ νομίζοντες τῷ θεῷ συνηγορεῖν καὶ τοῦτο εἶναι σοφίαν καταδικάζητε τὸν Ἰὼβ τὰς αἰτίας οὐκ εἰδότες τῆς κακώσεωςεἰ γὰρ καὶ θεοσεβεῖς ἦτε, ἀλλ' οὔπω τῆς σοφίας κατελάβετε τὰ μέτρα, καὶ ὅτι οὐκ ἰσχύσαντες ἀντειπεῖν τῷ Ἰὼβ τρόπον τινὰ καὶ ἐπετρέψατε διὰ τῆς σιωπῆς ἀνθρώπῳ γε ὄντι τοιαῦτα λαλῆσαι κατὰ θεοῦ. 32, 15 ἐπτοήθησαν καὶ οὐκ ἀπεκρίθησαν, ὅτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. φασὶ μέν τινες μὴ εἶναι τοὺς στίχους τούτους τοῦ Ἐλιούς, ἀλλὰ τοῦ συγγραφέως διὰ μέσου παρενθέντος τῶν φίλων τὴν ἀποσιώπησιν. ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιούς. σχῆμα δέ ἐστι τοῦτο τὸ καλούμενον κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον διαλεγόμενος περὶ αὐτῶν φησιν, ὅτι· διὰ τοῦτο λαλῶ, ἐπειδήπερ κατεπλάγησαν τοῦ Ἰὼβ 276 τὰ ῥήματα καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς καὶ σαθροὺς καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς. διὰ τοῦτο καὶ ἐπάγει· 32, 16 ὑπέμεινα, καὶ γὰρ οὐκ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. ἀντὶ τοῦ· περιέμεινα καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντιλέγειν πρὸς τὰ εἰρημένα, καὶ {ὡς} εἴ γε ηὐπόρησαν ἀμυντικῶν λόγων, οὐκ ἂν ἐφθεγξάμην. ἐπειδὴ δὲ ἔστησαν καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, ἐγὼ παρῆλθον διελέγξων τὰ εἰρημένα. 277 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ∆ΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων· ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Προθεωρία τοῦ κεφαλαίου εἰρηκὼς ὁ Ἐλιοὺς τὴν αἰτίαν, ὅθεν εἰς τὸ λέγειν προήχθη, βαθείας αὐτῷ γενομένης σιγῆς αὐτὸς τοὺς ἑαυτοῦ λόγους ἀναπληρῶν πλήρης εἶναι λέγει ῥημάτων, τῶν ὑπὲρ θεοῦ δηλονότι καὶ τῶν πρὸς τὸν Ἰὼβ εἰς τὴν ὁμοίαν ἀντεξέτασιν θεῷ καταστῆναι θελήσαντα. λαλήσειν οὖν φησιν, τὸ δίκαιον πάσης ἀνθρωπίνης αἰδοῦς προτιμῶν. προκαλεῖται δὲ τὸν Ἰὼβ εἰς τὴν διάγνωσιν μηδὲν εὐλαβούμενον· οὐ γὰρ πρὸς θεόν σοι, φησίν, ὁ ἀγών, μὴ δείσῃς, ἀλλὰ πρὸς ἄνθρωπον ὁμοιοπαθῆ. τοῦτο γὰρ ἔφασκες, ὡς ἕτοιμος εἶ δικάσασθαι πρὸς θεόν, ἐὰν ἀφόβως τοῦτο ποιεῖν ἐπιτραπῇς, καὶ ἔλεγες μὲν ἄμεμπτος εἶναι, ᾐτιῶ δὲ θεὸν ὡς ἀκριβῶς ἀναζητήσαντα τὰ κατὰ σέ. ἐγὼ δέ σε διδάξω, ὅτι παιδευτικῶς ὁ θεὸς καὶ πρὸς τὸ συμφέρον τοῖς ἁμαρτάνουσι τούς τε δι' ἐνυπνίων φόβους ἐπάγει καὶ τὰς διὰ τῶν νόσων μάστιγας καὶ σῴζει τοὺς παιδευομένους καὶ μετανοοῦντας. καὶ ἀληθῆ μέν φησιν ὁ Ἐλιοὺς περὶ τῆς παιδευτικῆς καὶ κηδεμονικῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας. οὐ τοιαύτη δὲ ἦν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις ἀγὼν γὰρ ὑπῆρχεν ἀρετῆς πρὸς κακίαν καὶ ἀνθρώπου θεοσεβοῦς πρὸς ὠμότητα διαβολικήν, ὥστε ὁ Ἐλιοὺς οὐ τῆς κατὰ τὸν Ἰὼβ ὑποθέσεως ἁψάμενος οὐ νενόηκε τῆς ἐπενεχθείσης πληγῆς τὴν αἰτίαν. 278 Αἱ λέξεις 32, 18 πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων. πλήρης εἶναι λέγει ῥημάτων τῶν τε ὑπὲρ θεοῦ καὶ τῶν πρὸς ἄνθρωπον εἰς τοσοῦτον ἐπαιρόμενον, ὡς θέλειν πρὸς θεὸν κριθῆναι καὶ ἐλπίζειν λήψεσθαι τὰ νικητήρια. 32, 18 ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. οὐ γὰρ φέρω, φησίν, τὴν σιωπὴν ὑπὸ τῶν εἰρημένων κεντούμενος οὐδὲ ἐχεμυθεῖν ἔτι δύναμαι, ἀπόλλυμαι δὲ τὴν ψυχὴν ὅλως συγκεκινημένος καὶ διαθερμανθεὶς καὶ ἀποπνιγόμενος, εἰ μὴ λαλήσω. πνεῦμα δὲ γαστρὸς ἢ περιφραστικῶς τὴν ψυχὴν λέγει ἢ τὸ θυμικὸν τῆς ψυχῆς μέρος εὐλόγως καὶ ἀνδρείως ὡς ὑπὲρ θεοῦ κινούμενον. 32, 19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. μικροῦ μέν, φησίν, διαρρήγνυμαι ὑπὸ τοῦ πλήθους τῶν ἐννοιῶν τῶν ἐπελθουσῶν μοι πρὸς τὴν ἀντιλογίαν στενοχωρούμενος, ὥσπερ τις ἀσκὸς οἴνου νέου καὶ θερμοῦ πεπληρωμένος ὑπὸ τοῦ ἀναβρασμοῦ καὶ τῆς ζέσεως ἐκραγῆναι μέλλων ἢ ὥσπερ φυσητὴρ χαλκέως. τὸ δὲ ἐρρηγὼς εἶπεν, ἐπειδὴ λαλεῖν ἤρξατο καὶ ὥσπερ ἀφιέναι τὸ

About this text

Olympiodorus of Alexandria, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Job — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.