Commentarii in Lamentationes · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἔδειξέ με ἔρημον. "Ὅλην τὴν ἡμέραν." ∆ιηνεκῶς κολαζομένην. "Ἐγρηγορήθη." Οὐδὲν, φησὶ, ἐσιωπήθη τῶν ἐμῶν ἁμαρτημάτων. "Ἐν χερσί μου." Ἃ διὰ τῶν πράξεων ἔσπειρα, ταῦτα καὶ ἐθέρισα. ∆ιὰ τὸ ἕκαστον τὸ ἴδιον φορτίον βαστάζειν. "Ἠσθένησε ἡ ἰσχύς μου." Οὐκ ἠδυνήθην ἀντιπρᾶξαι τοῖς ἐναντίοις. Ἢ καὶ οὕτως· Ἰσχὺς τῆς συναγωγῆς ὁ νόμος, οὐ δυνηθεὶς αὐτῇ ἐπαμῦναι. "Ὅτι ἔδωκε Κύριος." Ἀντὶ τοῦ, ἔδειξέν με ὀδύνης ἄξια διαπραξαμένην. "Οὐ δυνήσομαι." Ἐσαλεύθη στάσις μου, τουτέστι στηριγμός μου. "Ἐξῆρε πάντας." Πρὸς μὲν ῥητὸν, τοὺς ἄρχοντας καὶ τοὺς νομοδιδασκάλους· πρὸς δὲ διάνοιαν, τοὺς τρόπους τῆς προθέσεως, οὓς ἐξαφανίζει ἀντικαθισταμένη, καὶ ἐπικρατοῦσα ἡ ἁμαρτία. "Ἐκάλεσεν ἐπ' ἐμέ." Καιρόν φησι τὸν τοῦ σκότους. Ἐκλείποντος γὰρ τοῦ νοητοῦ φωτὸς, τὸ σκότος ἀντεισέρχεται. "Τοῦ συντρίψαι." Ὥστε ἀφανισθῆναί μου πάντα τρόπον ἀγαθόν. "Ληνὸν ἐπάτησε." Ἀντὶ τοῦ. Πάντα μου τὰ 93.733 ἁμαρτήματα συνήγαγεν εἰς ἓν, ἅτινα πατήσας ἐποίησεν οἶνον· περὶ οὗ φησιν ὁ Ψαλμῳδὸς, ὅτι Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, τουτέστιν ὀργῆς. Ἐξεταζόμενα γὰρ τὰ ἁμαρτήματα, καὶ ὥσπερ ἐκθλιβόμενα, θείαν ὀργὴν ἀποστάζουσιν, ἣν ποτίζονται οἱ ἁμαρτάνοντες. "Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ." Τὸ διανοητικὸν τῆς ψυχῆς τρόπον τινὰ δακρύει, καὶ ἐπιστενάζει τοῖς ἁμαρτήμασιν. "Ὁ ἐπιστρέφων ψυχήν μου." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι μέχρι νῦν Ἰουδαῖοι ταλαιπωροῦσι, πρὸς δὲ διάνοιαν, ὁ τρόπος τῆς μνήμης τοῦ Θεοῦ, ὁ ἐπιστρέφων τὴν ψυχὴν ἐκ θανάτου εἰς ζωήν. "Ἐγένοντο οἱ υἱοί μου." Αἱ διάφοροι πράξεις τοῦ ἐχθροῦ ἡμῶν διαβόλου ἐπικρατεστέρου γινομένου. "∆ιεπέτασε Σιών." Ὑπὸ ἐκπλήξεως παρειμένας ἔσχε τὰς χεῖρας, πάσας ἀγαθὰς ῥίψασα πράξεις. "Οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν." Οὐ νόμος, οὐ προφήτης. "Ἐνετείλατο Κύριος." Παρήγγειλε, φησὶ, Κύριος. Ὅτι κύκλῳ εἰσὶν οἱ θλίβοντές σε, νῆψον· ὁ δὲ εἰς ῥᾳθυμίαν ἐξέκλινεν. Ἢ οὕτως· Ἐντολὴ Κυρίου φησίν· Ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν τὴν ζωὴν, καὶ τὸν θάνατον. Ἐπειδὴ τοίνυν ἀνθείλετο τῆς ζωῆς τὸν θάνατον ὁ Ἰακὼβ, ἐγένοντο κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν. "Εἰς ἀποκαθημένην." Ἀντὶ τοῦ· Ὑπὲρ τοὺς ἐχθροὺς, ὧν ἐν μέσῳ τυγχάνει, βδελυκτὴ γέγονεν. Καὶ οὕτως μετὰ τὴν αἰχμαλωσίαν ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀκαθαρσίᾳ, μὴ μετανοοῦσα. "Ἐκάλεσα γὰρ τοὺς ἐραστάς μου." Ἐρασταὶ αὐτῆς ψευδοπροφῆται, καὶ τερατοσκόποι, καὶ οἱ ἀκάθαρτοι δαίμονες. Ἐρασταὶ δὲ αὐτῆς καλοῦνται, ἢ ὅτι αὐτὴ ἐρᾷ τῆς αὐτῶν ἀπάτης, ἢ ὅτι αὐτοὶ προσποιούμενοι φιλεῖν αὐτὴν, τῆς θείας ὀργῆς ἐγένοντο πρόξενοι, οὐδὲν αὐτῇ δυνηθέντες ἐπαμῦναι. Τοῦτο γὰρ σημαίνει τὸ, Παρελογίσαντό με. "Οἱ ἱερεῖς μου." Ταῦτα μὲν ἐν τῇ πολιορκίᾳ συνέβη. Πρὸς δὲ διάνοιαν, οἱ διδάσκαλοι, οἱ ἀνάξιοι τοῦ λόγου τοῦ Θεοῦ κριθέντες, οἱ τῆς τῶν λαῶν σωτηρίας μὴ πιστοὶ οἰκονόμοι γενόμενοι, οὐχ εὗρον τοὺς διδασκομένους, οἵτινές εἰσιν αὐτῶν βρῶσις, τοῦ λαοῦ συνολισθήσαντος τῇ τῶν διδασκάλων ἀσεβείᾳ. "Ἡ κοιλία μου." Ἀντὶ τοῦ, πάντα τὰ ἐντός μου. Κοιλία δὲ καὶ καρδία, κατὰ τοὺς τροπῆς νόμους, αἱ ἀναδοτικαὶ καὶ ζωτικαὶ τῆς ψυχῆς δυνάμεις, δι' ὧν αὐτῆς τρέφεται καὶ γυμνάζεται τὰ αἰσθητήρια. "Ἔξωθεν ἠτέκνωσέ με μάχαιρα." Πρὸς μὲν ἱστορίαν, τοὺς ἐκ τῆς πολιορκίας ἐξιόντας ἀνῄρουν οἱ Ῥωμαῖοι· πρὸς δὲ διάνοιαν, Ἡ τῶν ἀοράτων ἐχθρῶν, φησὶν, ἔφοδος ἔξωθεν, τουτέστιν οὐ συμφυὴς ἡμῖν οὖσα, ἀνεῖλέ μου τοὺς ἀγαθοὺς λογισμούς· ὥσπερ ἔνδοθεν ἡ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὸ χεῖρον ὁρμή· τοῦτο γὰρ δηλοῖ θάνατος ἐν οἴκῳ. 93.736 "Πάντες οἱ ἐχθροί μου." Ἐχθροὶ τῆς ψυχῆς οἱ ἀκάθαρτοι δαίμονες, οἵτινες καὶ ἐρασταὶ αὐτῆς λέγονται. Καὶ γὰρ ἐχθροὶ ὄντες, ἐρᾷν προσποιοῦνται· οἵτινες μετὰ τὸ ποιῆσαι ἁμαρτάνειν καὶ ἐπιχειροῦσι τῇ αὐτῆς πτώσει. "Ἐπήγαγες ἡμέραν." Τὴν τῆς κολάσεως. "Οἴμοι, οἴμοι." Ὁ διπλασιασμὸς τὸ ἐπιτεταμένον τῆς ὀδύνης σημαίνει. "Εἰσέλθοι πᾶσα." Γένοιτο, φησὶν, ἡ ἐξέτασις τῶν ἀμυνομένων με κακὰ [ἴσ. κατὰ] τὴν ἀλήθειάν σου· τὸ γὰρ πρόσωπον τοῦ Θεοῦ ἡ ἀλήθεια. "Ἐπιφύλλισσον αὐτοῖς." Ἐπιφυλλίδες εἰσὶ τὰ μικρὰ βοτρύδια, ἃ πολλάκις καὶ τοὺς τρυγῶντας λανθάνουσιν. Οἱ γοῦν καλαμώμενοι ταῦτα ἐκλέγονται, ἀκριβῶς τὰς ἀμπέλους ἐξετάζοντες. Ὥσπερ οὖν πικρῶς ἐπέθεντό μοι οἱ δαίμονες· ἢ καὶ ὥσπερ ἀκριβῶς ἐξετασθῆναι πεποιήκασι τὰ ἁμαρτήματά μου οἱ ψευδοδιδάσκαλοι καὶ ψευδοπροφῆται ἀπατήσαντές με, οὕτως ἀκριβῶς ἔτασον αὐτοὺς κατὰ τὸ σὸν κρίμα, Κύριε. {1ΚΕΦ. Βʹ.}1 "Πῶς ἐγνόφωσεν." Πῶς, ὥσπερ τινὶ γνόφῳ, τῇ τῶν ἐχθρῶν

About this text

Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.