Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
ἐφόδῳ παραδέδωκεν. "Κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν." Τὴν οὐρανοπρεπῆ, φησὶν, εὐπρέπειαν τῆς Ἱερουσαλὴμ εἰς ἀτιμίαν μετέστησεν, ἀπωσάμενος αὐτὴν ἐκ τῆς ἑαυτοῦ διηνεκοῦς ἐπισκέψεως. "Καὶ οὐκ ἐμνήσθη." Ὑποπόδιόν φησι Θεοῦ τὸν ναὸν, ὡς φθανούσης εἰς αὐτὸν ἐκ τοῦ οὐρανοῦ τῆς θείας ἐπιφοιτήσεως, ἢ καὶ τὸν Ἰσραηλιτικὸν λαὸν, τὸν ἠξιωμένον τῆς γνώσεως τοῦ Θεοῦ. Θρόνος μὲν γὰρ Θεοῦ καλεῖται ὁ οὐρανὸς, ὡς τοῖς ἐκεῖ καθαρωτάτοις λογικοῖς ἐπαναπαυομένου τοῦ Θεοῦ. Ὑποπόδιον δὲ αὐτοῦ ἡ γῆ, ὡς καὶ εἰς ἡμᾶς φθανούσης κατὰ τὴν ἐπιβάλλουσαν ἡμῖν ἀναλογίαν τῆς αὐτοῦ γνώσεως. "Πάντα τὰ ὡραῖα." Πρὸς μὲν τὸ ῥητὸν, τὴν νομικὴν πᾶσαν λατρείαν· πρὸς δὲ διάνοιαν, τοὺς τῆς εὐσεβείας τρόπους. "Καθεῖλεν." Καθαίρεσίν φησιν τὴν ἐκ θεμελίων κίνησιν. "Τὰ ὀχυρώματα." Πρὸς μὲν ῥητὸν, τὸν ναὸν, ἢ καὶ τοὺς ἐν αὐτῇ δυνατούς· πρὸς δὲ διάνοιαν, τὰς ἀκαταμαχήτους ἀρετὰς τοῖς γηΐνοις ἀπέῤῥιψεν. "Ἐβεβήλωσεν βασιλέα αὐτῆς." Πρὸς μὲν ῥητὸν, τοὺς ἐν αὐτῇ δυνατούς· πρὸς δὲ διάνοιαν, ἀκαθάρτους, φησὶν, ἀπέδειξε τοὺς κατ' ἐξοχὴν αὐτῆς τρόπους. "Πᾶν κέρας." Καθ' ἱστορίαν μὲν, πάσας τὰς φυλὰς, ἢ πάντας τοὺς δυνατούς· πρὸς δὲ θεωρίαν, πάντα ἐπινίκιον τῆς ψυχῆς τρόπον. "Ἀπέστρεψεν." Ἢ αὐτοῦ τοῦ Ἰσραὴλ τὰς δεξιὰς πράξεις εἰς τὸ ἧττον ἀπέστρεψεν, τουτέστιν εἰς τὰ ἀριστερά· ὀπίσω γὰρ τῶν δεξιῶν τὰ ἀριστερά· ἢ ὁ Θεὸς τὴν αὐτοῦ δύναμιν ἐπέσχεν, καὶ οὐκ ἐπήμυνεν αὐτοῖς πολεμουμένοις ὑπὸ τῶν ἐχθρῶν. "Καὶ ἀνῆψεν." Τὴν διὰ Ῥωμαίων ἅλωσιν. Ἡ ὀργὴ οὖν τοῦ Θεοῦ ὡς πῦρ ἀνῆψεν κατὰ τοῦ Ἰακὼβ τὴν ἐταστικὴν αὐτῆς δύναμιν. 93.737 "Ἐνέτεινε τόξον αὐτοῦ." Τὴν παντελῆ ἀποστροφὴν τοῦ Θεοῦ λέγει· ἧς γινομένης καιρίαι παρὰ τῶν ἐχθρῶν ἐπιφέρονται πληγαί. "Καὶ ἀπέκτεινεν." Πρὸς μὲν ῥητὸν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας, καὶ εἴ τι παρ' αὐτοῖς ζῶον τίμιον· πρὸς δὲ διάνοιαν, τὰς κρείττονας τῆς ψυχῆς ὀρέξεις. Τοῦτο γὰρ ποιεῖ ἡ ἀποστροφὴ τοῦ Θεοῦ. Ἡ γὰρ ἐπίσκεψις αὐτοῦ ζωὴ τυγχάνει. "Σκηνῇ θυγατρὸς Σιών." Καθ' ἱστορίαν μὲν, ἐν τῷ ναῷ ᾧ ἐφονεύθησαν· πρὸς δὲ διάνοιαν, ἐν ταῖς τῆς ψυχῆς ἀναπαύσεσιν. "Ἐγενήθη Κύριος." Αὐτῶν ἑαυτοὺς καταστησάντων ἐχθροὺς τοῦ Θεοῦ διὰ τῶν εἰς αὐτὸν παρανομιῶν· Θεὸς γὰρ οὐ μισεῖ. "∆ιέφθειρε τά." Πρὸς μὲν ῥητὸν, τὰ τείχη, καὶ τὸν ναὸν, καὶ τὰς οἰκίας φησί· πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. [Καὶ ἄλλως·] Ὅτι οὐκέτι παρὰ Ἰουδαίοις μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν οὐ προφήτης, οὐκ ἀποκάλυψις, οὐκ ἔννομος ἱερουργία. "Ταπεινούμενα." Μετὰ τὴν ἱστορίαν, τοὺς ὑπὸ τῆς ἁμαρτίας ἁλισκομένους φησίν. "Καὶ διεπέτασεν ὡς ἄμπελον." Ἢ τοῦτό φησι, ὅτι τὴν πρώην ὡς ἄμπελον ἐκταθεῖσαν Συναγωγὴν παρέδωκε τοῖς ἐχθροῖς· ἢ οὕτως, ὅτι αὐτὴν ἥπλωσεν τοῖς διαρπάζουσιν ὡς ἄμπελον ἀσκέπαστον. "∆ιέφθειρεν ἑορτὴν αὐτοῦ." Τῆς μὲν Ἱερουσαλὴμ τὰς νομικὰς ἑορτάς· τῆς δὲ ψυχῆς τὴν ἐπὶ τῷ κρείττονι χαρμονήν. "Ἐπελάθετο Κύριος." Κατεφρόνησε, φησὶ, καὶ τῆς ἑαυτοῦ νομοθεσίας, τῆς παρακελευομένης ἑορτάζειν καὶ σαββατίζειν. "Καὶ παρώξυνεν." Ἐπιπλέον ἐκθλίβεσθαι αὐτοὺς συνεχώρησεν, ἢ αὐτὸς παροξυνόμενος, ἢ καὶ αὐτὸς παροξύνων ἐπὶ τῇ τῶν ἐχθρῶν εὐθηνίᾳ. "Ἀπώσατο Κύριος." Τὸ νομικὸν, ἵνα ἀντεισενεχθῇ τὸ τῆς Καινῆς ∆ιαθήκης πνευματικόν. Ἐὰν δὲ ἐπὶ τῆς αἰχμαλώτου ψυχῆς ἐκλαμβάνηται, διὰ τὸ ἀναξίαν αὐτὴν φανῆναι τῆς τοῦ Θεοῦ λατρείας. "Ἀπετίναξεν." Ἀποτόμως ἀπεβάλετο. "Φωνὴν ἔδωκαν." Ἐπὶ πλέον χαίροντες οἱ ἐχθροί. "Τεῖχος θυγατρός." Ἔκρινε [ἴσ. ἔφθειρε] τεῖχος, τὸν νόμον. "Οὐκ ἀπέστρεψε." Τὸ σύγκριμα [ἴσ. τὸ σύντριμμα] παρέτεινεν. "Καὶ ἐπένθησε." Οὐκ ἐφείσατο τοῦ παραῤῥίψαι εἰς καταπάτημα, τοὺς εἰς αὐτὸν ἐμμόνως ἁμαρτάνοντας. "Ἐνεπάγησαν." Οἱ τὴν διδασκαλίαν πεπιστευμένοι κατεβυθήσθησαν εἰς τὰ γήϊνα πράγματα. "Ἀπώλεσε." Ἠφάνισεν αὐτῆς τὰ παραγγέλματα, ὥστε τὸν βουλόμενον εἰσέρχεσθαι ἀπορεῖν, καὶ ζητεῖν. "Ἐκάθισαν εἰς τὴν γῆν." Ἠδαφίσθησαν τὰ γήϊνα φρονήσαντες. "Ἐσιώπησαν." Ἀπώλεσαν τὸ διδασκαλικὸν ἀξίωμα, ἀποκωφώθησαν. "Ἀνεβίβασαν." Κατὰ μὲν τὴν ἱστορίαν τὸ σχῆ 93.740 μα πενθικὸν, ὡς ἐν αἰχμαλωσίᾳ. Κατὰ δὲ θεωρίαν, ἐκ προαιρέσεως, φησὶν, τὰ γήϊνα πράγματα τῆς ἐαυτῶν σωτηρίας προέκριναν. "Κατήγαγον εἰς γῆν." Κατήνεγκαν εἰς τὰ γήϊνα πράγματα τὰς συναγωγὰς, ἢ καὶ τὰς δυναμένας σώζεσθαι ψυχάς. "Ἐξέλιπον ἐν δάκρυσιν." Ὅτι οὐχ ὑπὸ τῶν ἐθνικῶν ὠχλήθη ἡ εὐσέβεια, ἀλλ' ὑπὸ τῶν νόθων υἱῶν παρεφθάρησαν,
About this text
Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.