Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
προσώπου Χριστοῦ διὰ τὴν ἀνάστασιν. Ὁ δὲ σωζόμενος, φησὶν, πρὸς αὐτὸν, ὅτι Ἐλυτρώσω με, καταξιώσας τὰ ὀφειλήματά μου διὰ σαυτοῦ ἀποτίσαι. "Ἴδες, Κύριε, τὰς ταραχάς μου." Ἃς ὁ Κύριος ὑπέμεινεν ἐκ τῶν Ἰουδαίων, ἢ καὶ ἃς ἡ ψυχὴ ἐκ τῶν ἀοράτων ἐχθρῶν. "Ἤκουσα." Προφητικῶς ἀναφέρεται τὰ προκείμενα εἰς πρόσωπον Κυρίου περὶ ὧν πέπονθεν ὑπὸ Ἰουδαίων· λέγονται δὲ καὶ ἐκ προσώπου τῆς ψυχῆς ἐντυγχανούσης αὐτῷ τῷ Πατρὶ κατὰ τῶν ἀοράτων ἐχθρῶν. "Καθέδραν αὐτῶν." Ὅτι μέν ποτε ὑποκρίνονται εἰρηνεύειν φυσίωσιν, ἢ καὶ ἀμέλειαν τῇ ψυχῇ ὑποβάλλοντες, ὡς εἰς ἀπάθειαν ἐλθούσῃ, αἰφνίδιον δὲ αὐτῇ ἐπανίστανται. "Ἐπίβλεψον." Ἀντὶ τοῦ, ἐπὶ τὸν σκοπὸν αὐτῶν· ὃ γὰρ ἐὰν ποιήσωσιν, εἰς ἀπώλειαν ψυχῆς ποιοῦσιν. 93.752 "Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μου μόχθον." Ἐμοῦ, φησὶν, τῆς καρδίας ὑπερασπίζων, τοῖς ἐχθροῖς ἀποδώσεις μόχθον. Σὺ αὐτὸς καταδιώξεις ἐν ὀργῇ· οὐδενὸς γὰρ ἅλλου τοὺς ἀλιτηρίους δαίμονας καταδιῶξαι καὶ τροπώσασθαι, ἢ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. {1ΚΕΦΑΛ. ∆ʹ.}1 "Χρυσίον." Ἡ εὐαγγελικὴ διδασκαλία. "Ἀλλοιωθήσεται." Ὁ νόμος ὁ Μωσαϊκὸς, ἀγαθὸς δὲ, ὅτι θεόπνευστος μόνος αὐτοῖς, καίτοι πολλῶν ὄντων παρ' ἀνθρώποις νόμων. "Ἐξεχύθησαν λίθοι." Χυδαῖοι ἐγένοντο ἕκαστος ἐπὶ τῇ προθέσει τῆς πολιτείας τῇ προκειμένῃ. Καταβοὴν δὲ ἔχει ὁ λόγος, καὶ κατὰ τῶν ταῦτα ἐνεργούντων δαιμόνων. "Οἱ ἐπηρμένοι ἐν χρυσίῳ." Ἐξ εἰκόνος τῶν σταθμιζομένων ἐν ζυγῷ τὸν λόγον εἴληφεν. Οἱ ἀντισταθμιζόμενοι, φησίν. Τοῦτο γὰρ δηλοῖ τὸ, ἐπηρμένοι τῷ χρυσῷ, τουτέστι παντὶ τιμίῳ· πῶς ἐγένοντο σκεύη εὔθρυπτα, ὑπὸ τῆς προσβολῆς τῆς ἁμαρτίας συντριβόμενα; ἢ ἀπὸ τοῦ μὴ ἐμμένειν, τοῖς κρείττοσι δηλονότι. "Μαστούς." Τὰ ἰοβόλα δόγματα, ἢ παρεξηγήματα. "Σκύμνοι αὐτῶν." Τοὺς αὐτοῖς πειθομένους. "Θυγατέρας λαοῦ μου." Αἱ τὰ φθοροποιὰ αὐτῶν μαθήματα παραδεξάμεναι ψυχαί. Ὑπὸ ἀβοηθησίας ἀγρευθεῖσαι. "Οἱ ἐσθίοντες τὰς τρυφάς." Τὰς ἐκ τοῦ λόγου καὶ τῆς διδασκαλίας τῆς πνευματικῆς. "Ἠφανίσθησαν." Ἠλλοιώθησαν ἐν ταῖς προθέσεσιν. Ἢ καὶ οὕτως· Ἐναρξάμενοι πνευματικῶς, σαρκὶ ἐπιτελοῦνται. Τὸ μὲν γὰρ ἀρετῆς ἄρξασθαι, πολλῶν· τὸ δὲ ἐπιτελέσαι, ὀλίγων. "Οἳ τιθηνούμενοι ἐπὶ κόκκων." Ἢ ἐπὶ τῶν ἀνθηρῶν ἀρετῶν, ἢ ἐπὶ κοκκίνων, τουτέστιν ἐπὶ τῶν τῆς ἀπολυτρώσεως τοῦ αἵματος τοῦ Χριστοῦ τρόπων. "Περιεβάλλοντο." Ἀπωσάμενοι τὸ βασιλικὸν ἔνδυμα, ὃ σημαίνεται διὰ τοῦ κόκκου, ταῖς ἑαυτῶν ἁμαρτίαις συνεφρύγησαν, τὸν ἐσπιλωμένον τῆς σαρκὸς χιτῶνα ἐνδυσάμενοι. "Καὶ ἐμεγαλύνθη." Συγκρίνει τὴν Ἰερουσαλὴμ τοῖς Σοδόμοις, καὶ δείκνυσιν αὐτὴν μείζονα ἡμαρτηκυῖαν διὰ τὴν τοῦ Κυρίου σφαγήν. Καὶ προλέγει τὴν αὐτῆς κατάπτωσιν [ἴσ. καταστροφήν]. "Ὥσπερ σπουδῇ." Καὶ γὰρ ἡ Σοδόμων γῆ ἀπότομον καὶ ὀξεῖαν ἔσχε τὴν καταστροφήν. "Καὶ οὐκ ἐπόνεσαν." Ἀντὶ τοῦ, οὐκ ἀπέκαμον κακοποιοῦντες· καὶ ταῦτα τοῦ Θεοῦ ἀνεξικακοῦντος, [ὃς τὸν ὁμ.] τὸν ὁμοίως ἐκείνοις ἁμαρτάνοντα ὁμοίως [ῃιδετυρ λεγενδ., οὐχ ὁμοίως] τιμωρεῖται. "Ἐκαθαριώθησαν Ναζηραῖοι." Ναζηραῖοι παρὰ τῷ νόμῳ οἱ ἐκ μήτρας ἀφορισθέντες Θεῷ· φησὶν οὖν τοὺς ἀμετόχους κακίας. "Ὑπὲρ γάλα." Ἀντὶ τοῦ, οὐ διεχύθησαν, ἀλλ' ἐπάγησαν ἐν τῇ ἀρετῇ. 93.753 "Ὑπὲρ λίθου." Τίμιος, φησὶν, καὶ ἄφθαρτος ἡ ἐκλογὴ αὐτῶν. "Ἐσκότασεν." Τῶν ἐν ὑποκρίσει τὴν ἀρετὴν ἐχόντων. "Οὐκ ἐπεγνώσθησαν." Ἐβδελύχθησαν ἐν ταῖς πορείαις αὐτῶν. "Ἐπάγη δέρμα." ∆ιὰ τὸ μὴ ἔχειν τὴν ἰκμάδα τοῦ πνεύματος· ταῦτα δὲ συνέβη καὶ τοῖς αἰχμαλώτοις ἐκ τῆς κακοπαθείας. "Ἐξηράνθησαν." Ἐκκοπέντες ἐκ τῆς ζωῆς τοῦ Θεοῦ, καὶ μαρανθέντες. "Καλοὶ ἦσαν." Καλλίονες, φησὶν, ἦσαν οἱ μηδ' ὅλως ἐπεγνωκότες τὴν ὁδὸν τῆς ἀληθείας, ἀλλ' ὑπὸ θάνατον ὄντες, ἢ οἱ ἐπεγνωκότες μὲν, στερηθέντες δὲ τῆς ἀληθοῦς τροφῆς. ἥ ἐστιν ὁ λόγος τῆς ὀρθοδοξίας. "Ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν." Ἀπὸ πράξεων κοσμικῶν. Ἀγρὸς γὰρ πολλαχοῦ ὁ κόσμος θεωρεῖται. "Χεῖρες γυναικῶν." Πρὸς μὲν ἱστορίαν, μία τούτων ἦν Μαρία τις, ἥτις ὑπὸ τῆς βίας τῶν στασιαστῶν πιεζομένη, ἀεὶ τὸ ποριζόμενον ἁρπαζόντων, καὶ τοῦ λιμοῦ τοῦ ἰδίου τέκνου τὰς σάρκας ἔφαγεν. Πρὸς δὲ θεωρίαν, αἱ τῶν Ἐκκλησιῶν δοκοῦσαι εἶναι χεῖρες, οἱ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, οὓς τῇ πίστει ἐγέννησαν, συνέσχον ἐν πειρασμοῖς, καὶ ἴσως ἀργυρίου χάριν, ἤ τινος ἑτέρου τὰς ψυχὰς αὐτῶν ἐθανάτωσαν. "Ἐγενήθησαν." Οἱ θεοκάπηλοι δι' οἰκεῖον κέρδος κατεσθίειν λέγονται
About this text
Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.