Commentarii in Lamentationes Unit 3 opening
Unit 3.
Lemma-led open — Ἐν τῷ συντρίμματι.
Greek
τὰς ψυχὰς τῶν ἀνθρώπων κατὰ τὸ ἐν Ψαλμοῖς· Οἱ κατεσθίοντες, τὸν λαόν μου ἐν βρώσει ἀρτοῦ. "Ἐν τῷ συντρίμματι." ∆ιὰ τὰς πολλὰς ἀμαρτίας ὑπὸ τοιούτοις ἡγουμένοις συγχωρουμένου γενέσθαι τοῦ λαοῦ. "Καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς." Τὸ ἑδραῖον, τὴν στάσιν τῆς ψυχῆς· ταῦτα δὲ καθ' ἱστορίας συνέβη. "Οὐκ ἐπίστευσαν." Οἱ κατ' ἐξοχὴν ἐν ἀρετῇ, τὸ βασίλειον ἱεράτευμα. "Πάντες οἱ κατοικοῦντες." Ἡ ὑπὸ τοῦ Θεοῦ διὰ παντὸς σκεπομένη πληθύς· ἡ γὰρ ἑτέρα ἔρημος. "Ὅτι εἰσελεύσεται." ∆ιὰ τὸ τὸν Κύριον εἰπεῖν· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, ὥσπερ οὖν οὐδὲ κατίσχυσαν, εἰ καὶ πρὸς καιρὸν ταράξαι συνεχωρήθησαν. "Ἐξ ἁμαρτιῶν." Τουτέστιν, οὐκ ἐξ ἀσθενείας τοῦ μυστηρίου, ἀλλ' ἐξ ἁμαρτιῶν τῶν αὐτὸ ἐγκεχειρισμένων οἰκονομεῖν. "Τῶν ἐκχεόντων αἷμα." Τῇ μὲν Ἱερουσαλὴμ ταῦτα συνέβη ὑπὸ Ῥωμαίων διὰ τὸ αἷμα τοῦ Χριστοῦ. Καθόλου δέ φησι περὶ τῶν ἀνασταυρούντων τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματιζόντων διὰ τοῦ τὴν ἅπαξ γενομένην λύτρωσιν ἀνατρέπειν διὰ κενοφωνῶν. "Ἐσαλεύθησαν." Ἐπὶ μὲν Χριστοῦ διὰ τὸν φόβον 93.756 τῶν Ἰουδαίων καὶ οἱ ἐν αὐτοῖς εὐσεβεῖς παρεκινήθησαν. Ἐπὶ δὲ τοῦ καθόλου, τοῦ στηριγμοῦ, φησὶ, παρεκινήθησαν οἱ ἰσάγγελοι αὐτῆς ἐν ταῖς πορείαις αὐτῶν. "Ἐμιάνθησαν." Ὁ γὰρ μὴ δυνάμενος τῇ ἁμαρτίᾳ ἀντιστῆναι, μολύνεται ἀπ' αὐτῆς. "Ἥψαντο ἐνδυμάτων." Ὅσοι, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· φησὶν οὖν, ὅτι καὶ περὶ αὐτὴν τὴν πίστιν ἐκινδύνευσαν. "Ἀπόστητε." Παραινέσατε ἀλλήλοις ἀποστῆναι ἀπὸ τῶν ἀκαθάρτων. Τὸ γὰρ, Καλέσατε αὐτοὺς, ἀντὶ τοῦ, ἕκαστος τὸν πλησίον νουθετήσατε. "Ὅτι ἀνήφθησαν." Ὅτι ὑποχείριοι τῇ ὀργῇ γεγόνασιν. "Εἴπατε ἐν τοῖς ἔθνεσιν." Εἴπατε, φησὶν, αὐτοῖς· Μὴ προστεθῆτε τοῦ παροικεῖν ἐν τοῖς ἔθνεσιν, ἀντὶ τοῦ, Μὴ συναναμίγνυσθε τοῖς ἀλλοτρίοις. "Πρόσωπον Κυρίου." Αὕτη ἡ μερὶς, καὶ ὁ κλῆρος τῶν ἀξίων τοῦ Θεοῦ, τὸ παρίστασθαι διηνεκῶς ἐνώπιον αὐτοῦ. Οὐκ ἐπιβλέπει οὖν τοῖς μὴ ἄξια τῆς θεωρίας αὐτοῦ φρονοῦσιν, ἢ καὶ διαπραττομένοις. "Πρόσωπον ἱερέων." Ἀντὶ τοῦ, οὐκ ᾐδέσθησαν. "Πρεσβύτας οὐκ ἠλέησαν." Τοὺς πεπαλαιωμένους ἐν ἀρετῇ οὐκ ἠλέησαν, ἀλλὰ καὶ αὐτοὺς παρέτρεψαν οἱ αἱρεσιάρχαι, καὶ τῶν Ἰουδαίων καθηγηταί. "Ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν." Πρὸς μὲν ῥητὸν οἱ ἐν τῇ πολιορκίᾳ φασὶν, ὅτι Ζώντων ἡμῶν ὑπὸ τοῦ λιμοῦ οἱ ὀφθαλμοὶ ἡμῶν ἐδαπανήθησαν. Πρὸς δὲ διάνοιαν· Καίτοιγε, φησὶν, ζωῆς πειραθέντες, ὑπὸ σκότους συνεχύθημεν. Φασὶ δὲ ταῦτα οἱ μετὰ τὴν γνῶσιν ὑπὸ τὴν ἁμαρτίαν γεγονότες. "Εἰς τὴν βοήθειαν." Οἱ μὲν ἐν τῇ πολιορκίᾳ, ὅτι ματαίως ἤλπισαν ἀντισχεῖν πρὸς Ῥωμαίους· οἱ δὲ τῇ ἁμαρτίᾳ,
About this text
Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.