Commentarii in Lamentationes · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

ἐμὲ τὴν Ἱερουσαλὴμ ὡς ἰσχυρὰν πόλιν, ὥσπερ ὅτε ἐν πανηγύρει συνέτρεχον. Πρὸς δὲ διάνοιαν ἡ ψυχή φησιν· Ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, παρεσκεύασας τοὺς ἐχθρούς μου ἑορτάζειν. Παροίκους γὰρ τοὺς παροικοῦντας ἡμῖν ἐχθρούς φησιν. "Καὶ οὐκ ἐγένοντο." Εἰ μὴ γάρ τις τελείᾳ ἁμαρτίᾳ περιπέσοι, ἀποτόμῳ ὀργῇ οὐ παραδίδοται. "Ὡς ἐπεκράτησα." Πρὸς μὲν ῥητὸν, Ἐνισχύσασα, φησὶν, ἐν τῇ ἁμαρτίᾳ παρεσκεύασά σε πλῆθος ἐχθρῶν 93.744 ἐπαγαγεῖν μοι. Πρὸς δὲ διάνοιαν· Ἐπετύφθην [ἴσ. ἐπετύφην], καὶ ἐπολυπλασίασα τοὺς ἐχθροὺς τρόπους. {1ΚΕΦ. Γʹ.}1 "Ἐγὼ ἀνὴρ ὁ." Ἐπὶ μὲν τοῦ προσώπου Κυρίου διὰ τὰ μέτρα τῆς κενώσεως. Ἐπὶ δὲ τοῦ προφήτου εὐγνωμόνως ὁμολογεῖ, τὸ πτωχὸν καὶ τρεπτὸν τῆς φύσεως· οὐ γὰρ φύσει τὸ κακὸν, ἀλλὰ τροπῇ. "Τῇ ῥάβδῳ θυμοῦ." Ἐκ μὲν τοῦ προσώπου Κυρίου κατὰ τὸ εἰρημένον· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Ἐκ δὲ προσώπου τοῦ προφήτου· Ὁ ἐχθρὸς, φησὶ, διάβολος τῇ ῥάβδῳ τοῦ θυμοῦ αὐτοῦ ἐχρήσατό μοι, τῇ τροπῇ τῇ εἰς ἁμαρτίαν· ὅθεν καὶ παραλαβών με, ἀπήγαγέν με εἰς σκότος, καὶ οὐ φῶς. Ταῦτα δὲ προφέρει ἀπὸ κοινοῦ τῆς ἀνθρωπότητος. "Πλὴν ἐν ἐμοί." Οὐ μόνον, φησὶ, ἠρκέσθη ὁ ἐχθρὸς ἀπαγαγεῖν με εἰς σκότος, ἀλλὰ καὶ ἐτιμωρήσατό με. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ, πάντα τὸν καιρὸν, ὃν γέγονεν ὑπ' αὐτῷ. "Ἐπαλαίωσε σάρκα μου." Ἐκ μὲν προσώπου τοῦ Κυρίου, τὸ ψεῦδος, φησὶν, ᾠκοδομήθη κατ' ἐμοῦ, πολλὰ γὰρ αὐτοῦ κατεψεύδοντο. Ἐκ δὲ προσώπου τῆς ἀνθρωπείας φύσεως, Οὐ μόνον, φησὶν, ἠρκέσθη ὁ ἐχθρὸς τιμωρήσασθαί με, ἀλλὰ καὶ οὕτω περιῳκοδόμησε κατ' ἐμοῦ, ὡς μὴ δύνασθαί με διαφεύγειν. "Ἐν σκοτεινοῖς." Τοῦτο πρότερος ὁ ∆αβὶδ περὶ τοῦ Κυρίου προκατήγγειλεν διὰ τὸν τάφον. Εἰ δὲ ἀπὸ κοινοῦ τῆς ψυχῆς, λέγεται, ὅτι σκότους αὐτὴν ἐπλήρωσεν, ἀποστερήσας τοῦ νοητοῦ φωτός. "Ἀνῳκοδόμησε." Ἐπὶ μὲν τοῦ Κυρίου, ὅτι ᾤοντο μηκέτι αὐτὸν ἀναστήσεσθαι οἱ ἐμβάλλοντες αὐτὸν τῷ τάφῳ. Ἐπὶ δὲ τῆς ψυχῆς. διὰ τὴν κατ' αὐτῆς γενομένην φρουράν. "Ἐβάρυνε χαλκόν μου." Ἐπὶ μὲν τοῦ Κυρίου, διὰ τὰς σφραγῖδας τὰς βληθείσας ἐν τῷ αὐτοῦ μνήματι· ἐπὶ δὲ τῆς ψυχῆς, διὰ τοὺς κλοιοὺς τῆς ἁμαρτίας, οὓς περιέθηκεν αὐτῇ ὁ ἐχθρός. "Καί γε ὅτι κεκράξομαι." Πληθύνας, φησὶ, τὰ ἐπιτηδεύματα τῶν ἁμαρτιῶν, τὴν πρὸς τὸν Θεὸν δέησιν ἀπέφραξεν. Λέγει δὲ ταῦτα ἡ ψυχὴ, διὰ τὸ καὶ εἰδώλοις προσκυνῆσαι. "Ἀνῳκοδόμησεν." Ἐκ μὲν τῆς Ἐκκλησίας,Ἰουδαίων, φησὶν, λαὸς παντοῖος γέγονεν ἐμποδίσαι τῇ διδασκαλίᾳ τοῦ κηρύγματος· τοῦτον δὲ καὶ λέοντι καὶ ἄρκτῳ εἰκάζει διὰ τὸ θυμιτικόν· καὶ τόγε, φησὶν, ἐφ' ἑαυτῷ, ἔθετό με ἠφανισμένην. Ἐκ δὲ προσώπου τῆς ψυχῆς, Συνέκλεισε, φησὶ, τὰς πορείας μου ὁ ἐχθρός. "Ἐτάραξεν ἄρκτος." Ἄρκτος ἡ ἁμαρτία. Ἐνεδρεύουσα δὲ, ποικίλως ἐπιτιθεμένη καὶ θηριωδῶς. "Αὐτός μοι ὡς λέων." Ὁ ἄρκτος πρὸς φόβον ἧττόν ἐστι τοῦ λέοντος. Προταράττων οὖν τὴν ψυχὴν 93.745 διὰ τῆς ἁμαρτίας ὁ διάβολος, αὐτὸς λοιπὸν τῇ δεινότητι καταπιεῖν ταύτην ἐπιχειρεῖ. Ἐν κρυφίοις δὲ, ἀντὶ τοῦ πανούργοις, πρότερον διὰ τῆς ἁμαρτίας ταράττων. "Κατεδίωξεν." Ἀντὶ τοῦ, κατέστρωσεν. "Ἐνέτεινε τόξον." Ὁ Ἰουδαίων λαὸς, παντοίαιςχρώμενος κατὰ τοῦ Κυρίου λοιδορίαις καὶ συκοφαντίαις· καὶ ὁ διάβολος δὲ ὑποχείριον λαβὼν τὴν ψυχήν. "Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου." Κατὰ μὲν τοῦ Κυρίου, τὰς εἰς θάνατον ἐξαιτηθεὶς [ἐξαιτήσεις], κατὰ δὲ τῆς ψυχῆς ὁ διάβολος, τὰς κατὰ τῆς ψυχῆς θανατηφόρους συμβουλάς. "Ἐγενήθη γέλως." Ὁ μὲν Κύριος, τῷ τῶν ἀπίστων· ἡ δὲ ψυχὴ τοῖς τῶν δαιμόνων πλήθεσιν. "Ψαλμὸς αὐτῶν." Ἀντὶ τοῦ, εὐφροσύνη, χαρά. "Ἐχόρτασέ με." Καὶ γὰρ χολὴν αὐτὸν ἐν τῷ σταυρῷ ἐπότισαν· πικρία δὲ καὶ τῆς ψυχῆς ἡ ἁμαρτία. "Καὶ ἐξέβαλε ψήφῳ." Ὁ μὲν Κύριος, φησὶν, διὰ τὸ μηδὲν Πιλάτῳ ἀποκρίνασθαι. Ἡ δὲ ψυχὴ λέγει, ὅτι Ὁ διάβολος τῇ πανουργίᾳ τῇ τῆς ἁμαρτίας τὰ αἰσθητήριά μου ἐξημαύρωσεν. "Καὶ ἀπώσατο." Ὁ μὲν Ἰουδαίων λαὸς, μὴ θελήσας εἰρηνεῦσαι πρὸς τὸν ἑαυτοῦ Σωτῆρα· ὁ δὲ διάβολος, ἐκ τῆς εἰρήνης τοῦ Θεοῦ τὴν ψυχὴν ἀποστήσας. "Καὶ εἶπα, Ἀπώλετο." Ταῦτα ὁ Σωτὴρ περὶ τοῦ Ἰουδαίων λαοῦ φησὶν, ὃς πρότερον κληρονομία αὐτοῦ ἦν, καὶ ἐλπὶς καυχήματος. Φησὶν δὲ καὶ ἡ ψυχὴ, ὅτι Πληθυνθεισῶν μου τῶν ἁμαρτιῶν ὑπενόησα τὴν ἀνάκλησίν μου μὴ εἶναι. "Ἐμνήσθην." Ὁ Σωτήρ φησιν, ὅτι Μνησθεὶς τῆς ἑκουσίου κενώσεώς μου, καὶ τῶν παθῶν, ὧν ὑπέμεινα, καὶ ταῦτα ἔχων, καὶ φυλάττων ἐν ἐμαυτῷ, ὑπομένω, ἵνα τῇ μακροθυμίᾳ καὶ τοὺς Ἰουδαίους κερδήσω. Ἐκ δὲ τοῦ προσώπου τοῦ ἁμαρτήσαντος οὕτω νοήσεις· Πτωχείας, τῆς τροπῆς· μετὰ γὰρ

About this text

Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.