Commentarii in Lamentationes · §u02-open

Commentarii in Lamentationes Unit 2 opening

Unit 2.

Lemma-led open — Ταῖς μητράσιν.

Greek

"Ταῖς μητράσιν." Αἱ ἁμαρτωλαὶ ψυχαὶ ταῖς Ἐκκλησίαις. "Ποῦ σῖτος." Ποῦ τοῦ μυστηρίου ἡ παῤῥησία; Ταῦτά φασιν, ὡς μὴ ἀξιούμεναι τῶν μυστηρίων διὰ τὰς ἁμαρτίας. "Ἐν τῷ ἐκλύεσθαι." Τουτέστιν ὑφ' ἁμαρτίας καὶ [ἴσ. Εἰς] θάνατον. "Ἐν τῷ ἐκχεῖσθαι." Καίτοι ἐν κόλποις μητέρων ὑπάρχοντες, λιμῷ διδασκαλίας ἔτι ἐκλείπουσιν. "Τί μαρτυρήσω σοι;" Τί χρηστόν σοι προσμαρτυρήσω; "Ἢ τί ὁμοιώσω σοι;" Ποίαν ἁμαρτίαν συγκρίνω πρὸς τὴν σήν; Καὶ γὰρ ἀληθῶς ὑπερβάλλουσα ἡ κατὰ τοῦ Κυρίου σφαγή. "Ὅτι ἐμεγαλύνθη." Ἡ ἐκδίκησις τῆς ἁμαρτίας σου. "Τίς ἰάσεταί σε;" Ἀντὶ τοῦ, οὐδεὶς, εἰ μὴ μόνος Θεός. "Προφῆταί σου." Οἱ μὲν ψευδοπροφῆται ψευδῆ προλέγοντες, οἱ δὲ διδάσκαλοι ψευδεῖς δόξας εἰσηγούμενοι. "Καὶ οὐκ ἀπεκάλυψαν." Οὐκ ἐφανέρωσάν σοι, φησὶ, τὸ ἀληθὲς, ἵνα γνοῦσα ὡς ἄδικα πράττεις, ἐπιστρέψῃς, καὶ μὴ γένῃ αἰχμάλωτος. "Καὶ εἴδοσάν σοι." Προφητείας ψευδεῖς, καὶ δόξας ματαίας, ἐξωθούσας σε ἀπὸ Θεοῦ. "Ἐκρότησαν." Καθ' ἱστορίαν μὲν, οἱ θεωροῦντες τὴν πτῶσιν τοῦ λαοῦ, ἐκπληττόμενοι κροτοῦσι χεῖρας, καὶ συρίζουσιν κινοῦντες κεφαλήν· πρὸς δὲ διάνοιαν, οἱ ἔξω τῆς θεοσεβείας βαδίζοντες ἄνδρες ἄθεοι, ἢ καὶ ἀκάθαρτοι δαίμονες ταῦτα ποιοῦσιν, ἐπιχαίροντες τῇ πτώσει τῶν πρώην ἐν ἀρετῇ. "Εἰ αὕτη ἡ πόλις." Ἐπὶ μὲν τοῦ ναοῦ, διὰ τὸ πανταχοῦ αὐτοῦ περιφανές· ἐπὶ δὲ τῆς ψυχῆς ἐροῦσιν, Αὕτη ἐστὶν ἡ λεγομένη τελεία, καὶ ἔνδοξος ἐν ἀρετῇ; "∆ιήνοιξαν ἐπὶ σέ." Ἐσύρισαν, θηριωδῶς ἐπέθεντο· θηρίων γὰρ ὁ συριγμός. "Καὶ ἔβρυξαν." Βρύξαι ἐστὶν τὸ τρίζειν τοὺς ὁδόντας. "Πλὴν αὔτη ἡ ἡμέρα." Ἡ ἐξ ἁμαρτιῶν σύγχυσις· προσεδοκᾶτο δὲ, διὰ τὸ προλέγειν τὸν Θεὸν, καὶ ἀπειλεῖν τοῖς ἁμαρτάνουσιν. "Ἐποίησε Κύριος." ∆ικαίως ἔκρινεν. "Συνετέλεσε ῥῆμα." Εἰς πέρας ἤνεγκεν τὰ αἰώνια κρίματα, τὸ μὴ παρασιωπᾶν ἐν ἁμαρτίαις. 93.741 Πλὴν καὶ διὰ Μωϋσέως ἐμαρτύρατο τοῖς Ἰσραηλίταις. "Ἀνάστηθι." ∆ιεγέρθητι, φησὶν, καὶ κατὰ σαυτὴν ἐξετάζουσα σύνες, καὶ προκατάλαβε τὰς ἀρχὰς τῆς φυλακῆς, τουτέστιν τὰ δικαιώματα. Ἀντὶ τοῦ, Πρᾶξον τὰ δικαιώματα, καὶ ἐξιλέωσαι τὸν Θεόν. Τὸ δὲ ἐν νυκτὶ διὰ τὴν τῶν πολεμίων ἔφοδόν φησιν. "Ἔκχεον ὡς ὕδωρ." Ἐπὶ πλεῖον ἔκτεινον τὴν προθυμίαν σου πρὸς τὸν Θεόν. "Ἇρον πρὸς αὐτόν." Τῶν ἐκλυομένων ἐπὶ ἀρχῆς πάσης ἀρετῆς οἷον, ἤρξατό τις τυχὸν ἐλεημοσύνης, οὐκ ἔσχε τὸν προτρέποντα, καὶ διδάσκοντα, ἔμεινεν ἐκεῖ ἐκλυόμενος. Ἄλλος ἐγκρατείας, καὶ καθεξῆς. Ἐκκοπέντες γὰρ τῆς προκοπῆς, ἐν ᾧ εἰσιν καὶ μένουσιν, ἢ καὶ ἀναποδίζον ἐν τῷ λιμῷ ἐκλυόμενοι. "Ἴδον, Κύριος." Εἰρήκει γὰρ ὁ Κύριος, ὅτι οὐ γέγονε τοιαύτη θλίψις, οὐ δὲ ἕσται. "Εἰ φάγονται." Μετὰ τὰ συμβάντα κατὰ τὴν ἱστορίαν, τὰς τῶν Ἐκκλησιῶν φησιν ἐπὶ τὰ τέκνα ἐπαναστάσεις. "Ἐπιφυλλίδα." Ὠπτήθησαν, φησὶν, ἢ καὶ ἑψήθησαν τὰ τέκνα, ἃ ἔφαγον ἐν τῇ πολιορκίᾳ. Πρὸς δὲ διάνοιαν, ὁ ἀπ' ἀρχῆς τὸ φονεύειν μελετήσας Σατανᾶς τὰ καίρια τῶν ἀρετῶν, αἵ εἰσιν μυελοὶ, τῇ ὀργῇ ὑπέστρωσεν. "Φονευθήσονται." Ἐὰν, φησὶν, ἀποδείξῃς ἀνῃρημένους τοὺς ἐξιλεοῦσθαί σε καὶ διδάσκειν δυναμένους. φονευθήσονται οἱ τρόφιμοι τῆς Ἐκκλησίας τὸ δὲ ἐν ἁγιάσματι Κυρίου, Ὅτι οἱ μὲν τρόποι [ἴσ. τόποι] τῆς ἁγιωσύνης δοκοῦσιν ἑστάναι, ἡ δὲ δύναμις ἤρνηται. Ταῦτα δὲ μετὰ τὴν ἱστορίαν θεωρήσεις. "Ἐκοιμήθησαν εἰς." Πρὸς μὲν ῥητὸν, οἱ διαναπαύεσθαι ὀφείλοντες, εἰς γῆν ἑαυτοὺς ἐκοιμήθησαν [ἵσ. ἐκοίμισαν]. Πρὸς δὲ διάνοιαν, Ὁ ἄπειρός τε καὶ ἐπιστήμων ἐν τοῖς τῆς ἀποστροφῆς τόποις ἀνεπαύσαντο· τὸ γὰρ ἐξοδεύειν ἐστὶν τὸ ἀποστρέφεσθαι. Ἵνα εἴποι, ἐξελθόντες τῶν τῆς θεοσεβείας ὅρων, τὰ γήϊνα φρονήσαντες. "Παρθένοι μου." Καὶ οἱ ἐν ἀφθαρσίᾳ, καὶ ἀνδρίᾳ βιοῦντες, φησὶν, ὑπεσύρησαν τῇ ἁμαρτίᾳ. "Ἐν ῥομφαίᾳ." Ἐν τῇ τοῦ ἐχθροῦ ἐπιστασίᾳ. "Καὶ ἐν λιμῷ." Ἐν τῇ τοῦ λόγου ἀπουσίᾳ. "Ἐκάλεσας." Πρὸς μὲν ῥητὸν οὕτως φησίν· Οἱ πάσης τῆς περιοικίδος κατέφυγον εἰς

About this text

Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.