Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
διάνοιαν, τὸν ἀγῶνα τὸν μέχρι θανάτου σημαίνει τὸ ἀντικαθίστασθαι τῇ ἁμαρτίᾳ. "Ἀπὸ προσώπου ῥομφαίας." Κατὰ τὴν ἱστορίαν, ἔρημόν φησι τὰ ἔθνη τὰ πολεμήσαντα τοὺς Ἰουδαίους, πάλαι ὄντα ἔρημον. Πρὸς δὲ διάνοιαν, ἀπὸ τῆς ἀνημέρου, καὶ ἀπανθρώπου ἁμαρτίας. "Τὸ δέρμα ἡμῶν." Οἱ γὰρ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. "Συνεσπάσθησαν." Ἀπὸ σφοδροτάτου, καὶ ἐπιτεταμένου λιμοῦ, εἴτε τοῦ αἰσθητοῦ κατὰ τὴν ἱστορίαν, εἴτε τοῦ νοητοῦ κατὰ τὴν θεωρίαν. "Γυναῖκες ἐν Σιών." Πρὸς μὲν ἱστορίαν, ἀσχημόνως αὐταῖς κεχρημένοι· πρὸς δὲ διάνοιαν, τῆς Ἐκκλησίας οἱ διῶκται. "Ἄρχοντες ἐν χερσίν." Ἐν ταῖς χερσὶ τῶν κατὰ τῆς ἀληθείας συγγραφόντων. "Πρεσβύτεροι." Τῆς γὰρ ἀληθείας παραγραφομένης, καὶ οἱ πρεσβύτεροι αὐτῇ συνατιμάζονται. "Ἐκλεκτοί." Ἐπὶ τοῖς συμβεβηκόσιν ὀδυρόμενοι. "Καὶ νεανίσκοι." Οὕτως ἰσχυροὶ τὴν πίστιν, ὡς καὶ σταυρωθῆναι διὰ Χριστόν. "Καὶ πρεσβύται." Κατὰ μὲν τὴν ἱστορίαν, οἱ ἐν ταῖς πύλαις τῆς Ἱερουσαλὴμ καθεζόμενοι, καὶ παραπικραίνοντες τὸν λαὸν, ἐν αὐτοῖς, φησὶ, τοῖς τόποις 93.761 ἀνῃρέθησαν. Εἰς δὲ τοὺς μάρτυρας ἀνάγων τὸν λόγον νοήσεις, ὅτι ἀπὸ ἐξόδου τοῦ αἰῶνος τούτου κατέπαυσαν, τουτέστιν ἐτελειώθησαν. "Ἔπεσεν ὁ στέφανος." Ἰουδαῖοι μὲν τοῦτό φασιν διὰ τὸν νόμον, οἱ δὲ τῆς Ἐκκλησίας διὰ τοὺς διασύροντας τοῦ σταυροῦ τὸ μυστήριον. "Περὶ τούτου ἐσκότασαν." Σκότος γὰρ ἡμῖν ἐξ ἀθυμίας ἡ τῆς χώρας ἐρημία παρείχετο, πλεονασάντων ἐν αὐτῇ τῶν φιληδονούντων ἐρημίᾳ θηρίων· ἀλλ' οὐ σοῦ γέγονεν ἔρημος, τοῦ πανταχοῦ παρόντος καὶ ἐποπτεύοντος. "Ἀλώπεκες." Οἱ ἐν πανουργίᾳ πικρότατοι ἑτερόδοξοι. "Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα." Ἤγουν, ἀνάκτησαι ἡμᾶς ποτε ὡς ἀΐδιος. "Ἵνα τί εἰς νῖκος;" Ἵνα τί σιωπᾷς εἰς τὸ νικηθῆναι ἡμᾶς; "Καταλείψει ἡμᾶς." Παρεκτείνων τὴν ἐγκατάλειψιν. "Ἐπίστρεψον ἡμᾶς." Ἐπειδὴ διὰ πλῆθος ἁμαρτιῶν ἀποῤῥιπτόμεθα, ἱλασμὸν αἰτεῖ ὁ προφήτης, δι' οὗ ἡ ἐπιστροφὴ προθύμως πρὸς Κύριον γίνεται. "Καὶ ἀνακαίνισον ἡμᾶς." Καθὸ καὶ κατὰ πρόγνωσιν προώρισας τὴν σωτηρίαν τοῦ ἀνθρώπου.
About this text
Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.