Commentarii in Lamentationes · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

οἴκοι ἡμῶν." Ἡ τῶν δικαιωμάτων διανομή. Συλᾶται γὰρ ὑπὸ τοῦ ἐχθροῦ ὁ ὑπήκοος αὐτῷ. "Ὀρφανοὶ ἐγενήθημεν." Ὁ λόγος τῆς διδασκαλίας. "Μητέρες ἡμῶν." Αἱ ἐκκλησίαι οὐ χῆραι, ἀλλ' ὡς χῆραι διὰ τὴν πρόσκαιρον θλίψιν. "Ὕδωρ ἡμῶν." Τὴν γὰρ δωρεὰν τὴν κεχαρισμένην παρὰ τοῦ Θεοῦ πράσει ὑπέβαλεν ἡ ἐφεύρεσις τῆς ἁμαρτίας. "Ξύλα ἡμῶν." Ὅτε τὴν γῆν τῆς ἐπαγγελίας ἐκληρονόμησαν υἱοὶ Ἰσραὴλ, τοῖς βασιλεῦσι τῶν ἐθνῶν ξύλα ἐπιτιθέντες μεμηχανημένα ἐπὶ τὸν τράχηλον, ἐπ' αὐτῶν πατοῦντες ἀνῄρουν αὐτούς. Ἃ οὖν ἐποιήσαμεν τοῖς ἐχθροῖς ὑπὸ σοῦ βοηθούμενοι, ταῦτα πεπόνθαμεν παροραθέντες. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Ὁ ἄπρατος, φησὶ, ζυγὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ, μετὰ καταλλαγῆς χρημάτων ἀποδίδοται. "Ἐδιώχθημεν." Ἐν γὰρ τῷ τὸν ζυγὸν ἀθέσμως καταφρονηθῆναι, καὶ ἡ ἀνάπαυσις ἄπεισιν, καὶ λοιπὸν ἐφίσταται ὁ διωγμὸς τῆς ἁμαρτίας. 93.760 "Αἴγυπτος ἔδωκε." Ῥωμαίων πολιορκούντων τὴν Ἱερουσαλὴμ Ἀσσύριοι μὲν τροφὰς ἔπεμπον τῷ στρατοπέδῳ, Αἰγύπτιοι δὲ συμπολεμοῦντες ἀνηλεῶς ἀνῄρουν τοὺς Ἰουδαίους. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Αἴγυπτος εἰς ὑπόθεσιν παροικίας λαμβάνεται, Ἀσσύριοι δὲ, αἰχμαλωσίας. ∆ύναται οὖν ἡ μὲν παροικία ἐπὶ τῇ ματαιότητι τοῦ αἰῶνος τούτου ἐκλαμβάνεσθαι, ὁ δὲ Ἀσσοὺρ ἐπὶ τῇ ἐξεργασίᾳ τῶν χειρόνων. "Οἱ πατέρες ἡμῶν." Ὑμεῖς γὰρ, φησὶν ὁ Κύριος, υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας, καὶ ὑμεῖς οὖν πληρώσατε τὸ μέρος τῶν πατέρων ὑμῶν. Κατὰ δὲ τὴν θεωρίαν, οἱ προλαβόντες τρόπον εἰσὶ γὰρ προλήψεις ἁμαρτημάτων, ὧν ἡ μνήμη μετὰ τὸ παρελθεῖν αὐτὰς παρεκτείνεται βασανίζουσα τὴν συνείδησιν. "∆οῦλοι ἐκυρίευσαν." Οἱ τρόποι δοῦλοι ὅντες προκρίνοντες τὴν ἁμαρτίαν κυριεύουσι τῆς προαιρέσεως· κατὰ φύσιν γὰρ ἡ προαίρεσις καὶ κυρία πάσης βουλῆς. Ἐπὰν δὲ τραπῇ εἰς ἁμαρτίαν, καὶ προκρίνῃ τοῦ ἀγαθοῦ τὸ ἐναντίον, κυριεύει αὐτῆς ἡ προκριθεῖσα ἁμαρτία μετὰ τῶν διαβουλίων αὐτῆς. "Λυτρούμενος οὐκ ἔστιν." Οὐδεὶς γὰρ λυτροῦσθαι πέφυκεν, εἰ μὴ μόνος ὁ Θεός. "Ἐν ταῖς ψυχαῖς." Πρὸς μὲν ἱστορίαν· παρακινδυνεύοντες οἱ πολιορκούμενοι, λάθρα τοῦ τείχους ἐξῄεσαν, εἴπως κἂν βοτανῶν εἰς τροφὴν εὐπορήσωσιν. Πρὸς δὲ

About this text

Olympiodorus of Alexandria, Commentarii in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Olympiodorus of Alexandria’s Commentarii in Lamentationes — new OET from PG 93 Greek.

Witnesses

  • Copy-text PG 93 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.