Unit 1 rem early
Rem early: Unit 1; Pauline lemma and Origen’s theoria.
Greek
ἐν ὑμῖν· ὁ Χριστός, ἵν' οὕτως ὀνομάσω, ἀρχίμαρτύς ἐστι, καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐκ ἔστι βέβαιον ἀλλὰ σείεται. εἰ μὲν γὰρ ἡ πίστις τοιαύτη ἐστὶν ἡ περὶ τοῦ μαρτυρίου ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν Πέπει μαι δὲ ὅτι οὔτε θάνατο οὔτε ζωὴ καὶ τὰ ἑξῆς δυνή εται ἡμᾶ χωρί αι τῆ ἀγάπη τοῦ θεοῦ τῆ ἐν Χρι τῷ Ἰη οῦ τῷ κυρίωι ἡμῶν, βέβαιόν ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοί ἐσμεν ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβε βαιώθη ἐν ἡμῖν. καὶ πάλιν ἄλλως ἐκληψόμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρ τυροῦσα περὶ Χριστοῦ μαρτύριόν ἐστι Χριστοῦ· καλὸν οὖν ἐστὶ βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ. καὶ ἄλλως· ἴδε τὸ μαρτύριον Χριστοῦ, υνεπιμαρτυροῦντο αὐτῷ ημείοι καὶ τέρα ι καὶ ποικίλαι δυνάμε ι καὶ πνεύματο ἁγίου μερι μοῖ κατὰ τὴν αὐτοῦ θέλη ιν· καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις. ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι· ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται καὶ ἐν τοῖς ἑξῆς τῆς ἐπιστολῆς. ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ ἔχει τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, ἀπεκ δέχεται τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι ἣν Χριστὸς Ἰησοῦς ἀποκαλύπτει. Ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους· τίς βεβαιοῖ; Χριστὸς Ἰησοῦς, ὁ λόγο , ἡ οφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ' ἕως τέλους. ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἕως ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον· οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦ α, κἂν ἔχειν τις δοκῇ ἐπὶ τοῦ παρόντος τὸ ἀνέγκλητον, ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 3 i 9 [Πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.] [Ὠριγένους] Πίστευε αὐτῷ ἀεί· ἐκλήθητε γὰρ ἵνα ἁπλῶς ὑπὸ τὸν Ἰησοῦν ὦμεν. μέγα ἐστὶν ὃ χαρίζεται ὁ θεὸς τοῖς ἁγίοις· ἐκλήθημεν εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ· διὸ κληρονόμοι μὲν θεοῦ υγκληρονόμοι δὲ χρι τοῦ. 4 i 10 [καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.] [Ὠριγένους] Ὁ ἐν ἅπασι τῷ ὀρθῷ λόγῳ καὶ τῷ ἐκκλησιαστικῷ δόγματι περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος συμφωνῶν, ἔτι δὲ περὶ τῆς καθ' ἡμᾶς οἰκονομίας, περί τε ἀνα τά εω καὶ κρίσεως, καὶ τοῖς κανόσι δὲ τοῖς ἐκκλησιαστικοῖς ἑπό μενος, οὐκ ἔστιν ἐν σχίσματι. 5 i 14, 17 [Εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα ... οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ χριστοῦ.] [Ὠριγένους] Μεῖζον τὸ εὐαγγελίζεσθαι τοῦ βαπτίζειν· καὶ ἐπειδὴ ᾔδει ὁ Παῦλος ἀφ ωρισμένους τινὰς πρὸς τὸ βαπτίζειν, εὐχαριστεῖ ἐπὶ τ<ῷ> κρείττονα κλῆρον ἔχειν τοῦ βαπτίζειν. ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φαίνεται τίνα τῶν ἀποστόλων ἔργα· οἷον Φίλιππος ἐβάπτιζεν, τὸ πνεῦμα δὲ οὐ διηκονεῖτο Φίλιππος τῷ βαπτιζομένῳ, ἀλλὰ τοὺς ὑπ' ἐκείνου βαπτιζομένους ἐχειροθέτει ὁ Πέτρος καὶ τὸ πνεῦμα ἐπήρχετο ἐπ' αὐτούς. καὶ ὁ μὲν Φίλιππος τοὺς ἀναγεννω μένου ἐξ ὕδατο καὶ πνεύματο ἁγίου ἐβάπτιζεν ὕδατι, ὁ δὲ Πέτρος τῷ πνεύματι. [Ὠριγένους] Χρεία οὐ τοσοῦτον λόγου ὅσον δυνάμεως· διὸ γέγραπται κύριο δώ ει ῥῆμα τοῖ εὐαγγελιζομένοι δυνάμει πολλῇ, ὁ βα ιλεὺ τῶν δυνάμεων τοῦ ἀγαπητοῦ. ἀπέστειλεν οὖν με Χριστὸς οὐ βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν τρανώσει λέξεως· ἐὰν γὰρ τοῦτο ποιῶ καὶ θέλω οὕτω παρα διδόναι τὸν λόγον, ἡ τοῦ χριστοῦ δύναμις οὐ καθικνεῖται τῆς ψυχῆς τῶν ἀκουόντων καὶ ἐκκενῶ καὶ καθαιρῶ τὴν χάριν τῆς δυνάμεως. 6 i 18 [ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστίν.] [Ὠριγένους] Τὸ ὄνομα τοῦ <σταυροῦ> δοκεῖ σκάνδαλον εἶναι· ἀλλ' ἐάν τις παρέxv τὰς ἀκοὰς τῷ λόγῳ τοῦ θεοῦ καὶ τῇ χάριτι, ὄψεται καὶ τοῦτο μέγα μυ τήριον. καὶ οἱ ἐθνικοὶ παραδεδώκασιν ὅτι πολλάκις, λοιμῶν μεγάλων γενομένων ἢ ἐπομ βριῶν ἢ αὐχμῶν, ταῦτα ἐπαύσατο ἀνθρώπου ἑαυτὸν παραδόντος ὑπὲρ τοῦ κοινοῦ· τί οὖν θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότους καὶ τῆς ἀπωλείας λοιμόν; τίς δὲ ἠδύνατο τοῦτο ἀνα δέξασθαι; οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδέ τις ἄλλος δίκαιος· ἀλλ' ἔδει ἐξ οὐρανοῦ καταβῆναι θείαν δύναμιν
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.