Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.
Greek
δυναμένην ἀναδέξασθαι ὑπὲρ πάντων ἀπο θανεῖν μετά τινος παραδειγματισμοῦ, ἵνα δι' ἐκείνου τοῦ θανάτου τρόπαιον γένηται κατὰ τοῦ διαβόλου. καὶ γὰρ εἰώθασιν <οἱ> ἐν κόσμῳ θριαμβεύοντες τοὺς πολεμ<ί>ους ἐν τρόπῳ σταυροῦ τιθέναι τὰ τρόπαια κατὰ τῶν νικωμένων. ἔστιν οὖν ὁ σταυρὸς τοῦ χριστοῦ τρόπαιον κατὰ τοῦ Σατανᾶ· διὰ τοῦτο λέγει Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶ θαι εἰ μὴ ἐν τῷ ταυρῷ τῷ ἐγνωκότι τὴν δύναμιν τοῦ σταυροῦ τίς ἐστιν· ὅτι ἠλευθερώθην ἀπὸ τῶν κακῶν δι' ἐκεῖνον ἀποθανόντα ἵνα με ῥύσηται ἀπὸ τοῦ θανάτου· Εἰ μὴ ἐν τῷ ταυρῷ τοῦ κυρίου ἡμῶν Ἰη οῦ Χρι τοῦ, δι' οὗ ἐμοὶ κό μο ἐ ταύρωται κἀγὼ τῷ κό μῳ· μέγα ἀγαθὸν ὅτι ἐμοὶ κό μο ἐ ταύρωται· τοῦτο τὸ ἀγαθὸν διὰ τίνος μοι γέγονεν; διὰ τοῦ σταυροῦ τοῦ χριστοῦ. μέγα μοι ἀγαθὸν τὸ ἐμὲ ταυρωθῆναι τῷ κό μῳ· εἰ γὰρ ἀπέ θανον τῷ κόσμῳ, ἐσταύρωμαι τῷ κό μῳ μετὰ τοῦ χριστοῦ· εἰ δὲ ζῶ ταῖς ἁμαρτίαις, οὔπω ἠξιώθην τοῦ ἀγαθοῦ τοῦ κατὰ τὸν σταυρόν. ἅμα δὲ καὶ ἑτοιμαζώμεθα πρὸς πειρασμούς, πρὸς μαρτύρια, εἰδότες ὅτι ὃς ἂν ἀρνήσηται σωτηρίαν οὐκ ἔχει. 7 i 19–21 [γέγραπται γὰρ Ἀπολῶ τὴν οφίαν τῶν οφῶν καὶ τὴν ύνε ιν τῶν υνετῶν ἀθετή ω. Ποῦ οφό ; ποῦ γραμματεύ ; ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν οφίαν τοῦ κόσμου; ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.] [Ὠριγένους] Οὐ ταυτόν ἐστιν εἶναι σοφὸν καὶ ἐν τῷ αἰῶνι τούτῳ εἶναι σοφόν· τὸ μὲν γὰρ χωρὶς τοιαύτης προσθήκης περιέχει τὴν ἀληθῆ σοφίαν. παραπλησίως δὲ νοήσεις καὶ μωρίαν· οὐ ταυτόν ἐστι μωρὸν καὶ μωρὸν ἐν τῷ αἰῶνι τούτῳ· ὁ μὲν γὰρ χωρὶς προσθήκης τῆς «τῷ αἰῶνι τούτῳ» ἀληθῶς ἐστι μωρός. καὶ ἡμεῖς τοίνυν οἱ πιστεύοντες τοῖς λόγοις τῆς σοφίας κελευόμεθα ἐν τῷ αἰῶνι τούτῳ γενέσθαι μωροί· τοιοῦτοι γὰρ δοκοῦμεν εἶναι τοῖς ἀνθρώποις πιστεύοντες εἰς Χριστὸν Ἰησοῦν ἐσταυρωμένον, καὶ πιστεύοντες ἀνάστασιν σωμάτων, πιστεύ οντες δὲ ὅτι ζησόμεθα οὐ μόνον οἱ νῦν ὄντες ἐπὶ γῆς ὕστερον ἐν οὐρανοῖς ἀλλ' ὅτι καὶ ἂν ἁμαρτάνωμεν πυρὶ αἰωνίῳ παραδοθησόμεθα. τοιούτους ἡμᾶς δοκεῖν εἶναι τοῖς ἀνθρώποις .... 8 i 23–31 [ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. ... Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς. ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται ὁ καυχώμενο ἐν κυρίῳ καυχάθω.] [Ὠριγένους] ∆ύναμιν ἐλάβομεν ἀπὸ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον· καὶ ὅσον λείπομεν ἐν τῇ πίστει <ταύτῃ>, τοσοῦτον λειπόμεθα ἐν τῇ δυνάμει τοῦ ἔχειν ἐν ἑαυτοῖς τὰ ἀπὸ τοῦ θεοῦ. εἰ δὲ θέλετε νοῆσαι τί ἐστιν ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, νοήσατέ μοι πάνυ γενναῖον ἐν τοῖς αἱρετικοῖς λόγοις, φέρε εἰπεῖν Μαρκίωνα ἢ Βασιλείδην, καὶ οὕτω μετὰ δυνάμεως ζητοῦντα ὑπὲρ τῶν αἱρετικῶν λόγων ὥστε μὴ τὸν τυχόντα δύνασθαι αὐτῷ ἀντιστῆναι· εἶτα νοήσατέ τινα ἱκανὸν κατὰ τὴν ἀλήθειαν λέγοντα ὃ καὶ ἱκάνω εν ἡμᾶ διακόνου καινῆ διαθήκη , καὶ δεικνύντα πάντα ἐκεῖνα μωρίαν ἐφ' οἷς ἐπεποίθει ὁ ἠπατημένος. ἐκείνων οὖν τὴν σοφίαν ἀπόλλυσιν, οὐ τῶν ὄντως σοφῶν, Ἠσαΐου, Ἱερεμίου ἢ Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν νόμῳ καὶ προφήταις ἐστίν· ὁ κόσμος οὐκ ἔγνω ἐν νόμῳ καὶ προφήταις κηρυσσόμενον τὸν Χριστόν. διὰ τοῦτο ἐπὶ υντελείᾳ τῶν αἰώνων ἔπεμψεν Ἰησοῦν Χριστὸν σταυρωθησόμενον ὑπὲρ <τοῦ> γένους τῶν ἀνθρώπων, ἵνα τῇ μωρίᾳ τοῦ κηρύγματος πιστεύσωσιν οἱ πιστεύσαντες εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. Προσέθηκε δὲ τ<ῷ> Οὐ πολλοὶ σοφοὶ τὸ κατὰ σάρκα, εἰδὼς ὅτι τῶν σοφῶν εἰσὶ διαφοραί, καὶ οἱ μέν εἰσι σοφοὶ κατὰ σάρκα οἱ δὲ κατὰ πνεῦμα· καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λεξείδια μόνα μεμελετηκότες καὶ καλλωπίζοντες ὅ τι ποτ' οὖν ὡς ἀλήθειαν
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.