Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
ἐποικοδομεῖ, ἐκεῖνος οὔκ ἐστιν ἀρχιτέκτων τῆς ἐκκλησίας ἀλλ' ἐποικο δομεῖ τῇ ἐκκλησίᾳ· εἰ θέλεις οὖν ἰδεῖν ὅτι σοφὸς ἀρχιτέκτων ὁ Παῦλος, ἄκουε αὐτοῦ ὅτι Ἀπὸ Ἱερου αλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλήρωκα τὸ εὐαγγέλιοντοῦ θεοῦ, φιλοτιμούμενο εὐαγγελίζε θαι οὐχ ὅπου ὠνομά θη Χρι τό , ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ. καὶ οὐ μόνον ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον κατεβάλλετο, ἀλλὰ καὶ ἀρχιτεκτονικὰ οἱονεὶ βιβλία ἔγραψεν, πῶς δεῖ τὸν ἀρχιτέκτονα οἰκοδομεῖν οἰκίαν, ὁποῖον δεῖ τὸν ἐπί κοπον εἶναι πρεσβυτέρους τε καὶ διακόνους καὶ τὸ ὑπόλοιπον τῆς ἐκκλησίας πλήρωμα· ταῦτα γὰρ πάντα οἱονεὶ νόμοι ἀρχιτεκτονικοὶ ἦσαν. Ἄλλος οὖν φησὶν ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. τοῦτο γὰρ κἀμοὶ λέγει, ἵνα μὴ ἀμεριμνῶν ἐποικοδομῶ, εἰδὼς ὅτι τὸ ἔργον ὃ ἐποικοδομῶ ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. φρον τίζω δὲ μήποτε ἐποικοδομῶν ξύλα χόρτον καλάμην ἐποικοδομήσω. ἐὰν γὰρ προσαγάγω ψυχὰς ἀκρίτως τῇ ἐκκλησίᾳ φαύλας, προσήγαγον τῷ καλῷ θεμελίῳ Χριστῷ Ἰησοῦ ξύλα, ἄλλους χόρτον, καὶ ἄλλους καλάμην· ὥσπερ πάλιν ἐάν τινες διαλάμψωσιν ἐκ τῆς οἰκοδομῆς, καὶ τοσοῦτον διαλάμ ψωσιν ὥστε εὑρεθῆναί τινας ἀνάλογον τοῖς γεγραμμένοις περὶ τῆς Ἱερου σαλὴμ καὶ τοῦ ναοῦ λίθου ἐκλεκτοὺ καὶ λίθου κρυ τάλλου καὶ λίθους απφείρου καὶ λίθους ὅσους ὠνόμασεν ἐκεῖ, δῆλον ὅτι ἐπῳκοδόμησα τῷ θεμελίῳ λίθους τιμίους. καὶ ἐπειδὴ <δεῖ> τὸν ναὸν τοῦ θεοῦ καὶ τὴν οἰκοδομὴν καὶ χρυσίον ἔχειν ὥσπερ ὁ ναὸς ὃν Σολομὼν ᾠκοδόμησεν σύμβολον ναοῦ ἔχοντος χρυσὸν καὶ ἄργυρον πολύν, ἐὰν ἄλλος τις ἔλθῃ ἐποικοδομούμενος τιμιώτερος ἀργυρίου εὑρεθείη ἂν χρυσός. εὐλαβοῦμαι δὲ ἐγὼ μή ποτε δι' ἐμοῦ ξύλον εἰσέλθῃ καὶ χόρτος καὶ καλάμη, καὶ ὁ ταλαίπωρο ἐγὼ (κἂν ἄλλως κριθῶ ἄξιος σωτηρίας· ἐπεὶ γέγραπται αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός) οὕτως σωθῶ ὡς αἴτιος γενόμενος, τῷ μὴ κεχωρηκέναι τὴν χάριν μηδὲ καλῶς ᾠκοδομηκέναι, τοῦ τὴν οἰκοδομὴν πεπληρωκέναι ξύλων, χόρτου, καλάμης, ὅπερ οὐ βούλεται ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ ἔργον ὁποῖόν ἐστιν ἑκάστου τὸ πῦρ δοκιμάσει. Θέλω δὲ καὶ ἄλλως ἀπογράψασθαι τὸ Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός καὶ τὰ ἑξῆς. ἐξ οὗ ὁ κύριός μου Ἰησοὺς Χριστὸς ἐπεδήμησεν, οὗτος θεμέλιος εἰς τὸν κόσμον κεκή ρυκται· καὶ τοῦτον τὸν θεμέλιον ἐν μὲν τῇ Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπό τολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία , ἵνα ἡμεῖ εἰ τὰ ἔθνη αὐτοὶ δὲ εἰ τὴν περιτομήν. κηρυχθέντος τοίνυν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ λόγου, καὶ τοῦ θεμελίου τούτου καταβληθέντος, οὐδεὶς δύναται ἄλλον θεμέλιον θεῖναι παρὰ Ἰησοῦν Χριστόν· οἱ δὲ ἐποικοδομοῦντες, εἰ μὲν ὀρθοδοξοῦσι διὰ τῶν ἀϊδίων δογμάτων καὶ τῶν θείων νοημάτων καὶ τῶν καλῶν λόγων καὶ τῶν ἱερῶν πρά ξεων, ἐποικοδομοῦσι τῷ θεμελίῳ χρυσὸν ἄργυρον λίθον τίμιον. χρυσὸς γὰρ πολλάκις τετήρηται, ἀντὶ νοῦ λαμβανόμενος καὶ νοημάτων· εἰ λέγω καλῶς, ἐποικοδομῶ ἄργυρον· εἰ διηγοῦμαι δεόντως καὶ εἰς πολιτείαν προτρέπω καλῶς τοὺς ἀκροατάς, λίθους τιμίους ἐποικοδομῶ. ὅσοι μέντοι γε τῶν διδασκόντων Ἰησοῦν Χριστὸν ἐσφάλησαν τῆς ἀληθείας, ἐπῳκοδόμησαν τῷ θεμελίῳ ξύλα χόρτον καλάμην· καὶ εἴποιμι ἂν ὅτι οἱ ἀπὸ τῶν αἱρέσεων πάντες οἱ μὲν βλασφημότεροι ξύλα, οἱ δὲ ἔλαττον ἁμαρτήσαντες ἐν τῇ διδασκαλίᾳ χόρτον, οἱ δὲ ἰσχνά τινα καὶ ἵν' οὕτως ὀνομάσω ἐλάττονα καλάμην. Φέρε δὲ καὶ κατὰ τὸ ῥητὸν ἴδωμεν. τοῦτο τὸ λεχθησόμενον ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται· ἕκαστος ἡμῶν παραδεξάμενος τὸν λόγον τοῦ εὐαγγελίου, παρε δέξατο Ἰησοῦν Χριστὸν θεμέλιον, ἵν' ἐν πᾶσιν οἷς πράττει καὶ λέγει καὶ διανοεῖται ἐποικοδομῇ τούτῳ τῷ θεμελίῳ. εἰ μὲν οὖν καλὰ νοοῦμεν καὶ διανοούμεθα, ἐποικοδομοῦμεν χρυσόν· εἰ ἁγνῶς λέγοντες πάντα λόγον λεγό μενον ἁγίως λέγομεν, ἐποικοδομοῦμεν ὡς ἀργύριον· εἰ πᾶσα πρᾶξις ἣν πράτ τομεν καλή ἐστιν, ἐποικοδομοῦμεν ὡς λίθον τίμιον, τὴν δὲ τιμὴν τῶν λίθων καὶ τὴν ποιότητα ὁ θεὸς κρίνει. εἰ μέντοιγε ἁμαρτάνω μετὰ τὸν θεμέλιον, τὰ μὲν μεγάλα μοι τῶν ἁμαρτημάτων ξύλα ἔσται, τὰ δὲ ὑποδεέστερα χόρτος, τὰ δὲ ἔτι ὑποδεέστερα καλάμη. καὶ ζητῶ μήποτε † αἱ μὲν ῥίζαι † καὶ τὰ νοήματα, ὅτ' ἂν ᾖ ἐσφαλμένα, ξύλα ἐστί· πηγὴ γάρ ἐστι τῶν κακῶν τὰ νοήματα· οἱ δὲ λόγοι χόρτος, ἡ δὲ πρᾶξις καλάμη· ὑποδεεστέρα γάρ ἐστιν ἡ ἀξία τῆς πράξεως παρὰ τὸν λογισμόν· ὁ φυτεύων δὲ καὶ ὁ
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.