Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
ἐπιστολῇ λέγων ὡ ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθή ατε· καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ καὶ γεγόνατε χρείαν ἔχοντε γάλακτο καὶ οὐ τερεᾶ τροφῆ · πᾶ γὰρ ὁ μετέχων γάλακτο ἄπειρο λόγου δικαιο ύνη · νήπιο γάρ ἐ τιν· τελείων δέ ἐ τιν ἡ τερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰ θητήρια γεγυμνα μένα ἐχόντων πρὸ διάκρι ιν καλοῦ τε καὶ κακοῦ. 13 iii 3–5 [Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ δixοστασίαι, οὐχὶ σάρ κινοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅτ' ἂν γὰρ λέγῃ τις Ἐγὼ μὲν εἰμὶ Παύλου· ἕτερος δὲ Ἐγὼ Ἀπολλώ· οὐκ ἄνθρωποί ἐστε;] [Ὠριγένους] Τῶν ἐν ἀνθρώποις ἁμαρτημάτων τὰ ἐλάττονά ἐστι ζῆλος καὶ ἔρεις. ἐὰν ἐν πορνείᾳ τις ἔσται, οὐκέτι σάρκινος ὁ τοιοῦτός ἐστιν ἀλλὰ χείρων ἢ σάρκινος. τί δ' ἂν εἴη ὁ τοιοῦτος, εἴδωμεν. ἐγὼ νομίζω διαφορὰν εἶναι σαρκίνου καὶ χοϊκοῦ· Ὡς ἐφορέ αμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέ ωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. ἐὰν οὖν τὰ πρὸ θάνατον ἁμαρτάνῃ , οὐκ εἶ σάρκινος ἀλλὰ χοϊκός· ἐὰν δὲ ἁμαρτάνῃς μέν, οὐ πρὸ θάνατον δέ, οὐ χοϊκὸς τέλεον οὐδὲ ἀποπεπτωκὼς τῆς χάριτος τοῦ Χριστοῦ, ἀλλὰ σάρκινος εἶ τότε. καὶ τῶν περιπάτων δὲ ἡμῶν ὁ μέν τίς ἐστι κατὰ ἄνθρωπον, ὁ δὲ κατὰ θεόν. ἐὰν ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων περιπατῶμεν, κατὰ ἄνθρωπον περιπατοῦμεν· ἐὰν δὲ κατὰ τὸ λαμψάτω τὸ φῶ ὑμῶν ἔμπρο θεν τῶν ἀνθρώπων, διαφέρομεν τῶν πολλῶν καὶ οὐ κατὰ ἄνθρωπον περιπατοῦμεν. σαφὴς οὖν ὁ βίος τῷ δυναμένῳ βλέπειν ποῖός ἐστιν ὁ κατὰ ἄνθρωπον καὶ ποῖος ὁ κατὰ θεόν. ὅταν γάρ τις λέγῃ Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ. καὶ τούτοις προσέχωμεν. ὀψόμεθα ὅτι ἡμεῖς ἐνίοτε οὐδὲ ἄνθρωποι ἀλλὰ χεῖρον ἢ ἄνθρωποί ἐσμεν. ὁ γὰρ λέγων τότε Ἐγώ εἰμι Ἀπολλώ, ἔλεγεν περὶ ἀνδρὸς ἐλλογίμου καὶ ἁγίου καὶ μακαρίου· ὁ λέγων Ἐγώ εἰμι Παύλου, περὶ ἀνδρὸς λέγει ἀποστόλου ἱεροῦ καὶ μακαρίου. ἐνίοτε δὲ γίνονται προσκλίσεις οὐ παραπλησίως τῇ προσκλίσει Παύλου ἢ Ἀπολλώ, ἀλλὰ προσκλίνεταί τις ἁμαρτωλῷ ἐνίοτε καὶ ἑτεροδόξῳ. εἰ οὖν οὗτοι ἄνθρωποί εἰσι καὶ κατὰ άρκα περιπατοῦσιν, οἱ λέγοντες Ἐγὼ Ἀπολλὼ ἐγὼ δὲ Παύλου· ὅτ' ἂν σὺ λέγῃς ἑαυτὸν τινὸς ὑποδεεστέρου εἶναι, δῆλον ὅτι οὐκέτι οὐδὲ ἄνθρωπος <εἶ> ἀλλὰ καὶ χεῖρον ἢ ἄνθρωπος· καὶ ἴσως λελέξεται πρὸς σὲ Ὄφει γεννήματα ἐχιδνῶν. 14 iii 6–8 [ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. ... ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.] [Ὠριγένους] Εἰ ἐφύτευσεν ὁ Παῦλος, συνεφύτευσε τῷ φυτεύοντι προηγουμένως θεῷ· εἰ ἐπότισεν Ἀπολλώς, συνεπότισε τῷ προηγουμένως ποτίσαντι Χριστῷ· φυτεύει γὰρ ὁ θεός· διὸ γέγραπται πᾶ α φυτεία ἣν οὐκ ἐφύτευ εν ὁ πατήρ μου ὁ οὐράνιο ἐκριζωθή εται· καὶ πάλιν ὁ πατήρ μου ὁ γεωργό ἐ τιν. ποιή ωμεν οὖν καρποὺ ἵνα μὴ ἐκκοπῶμεν κατὰ τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίη εν δὲ ἀκάνθα . ἐὰν γὰρ ταῦτα εἴπῃ περὶ ἡμῶν, ἐρεῖ καὶ τὰ ἑξῆς Νῦν οὖν ἀναγγελῶ τί ποιή ω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔ ται εἰ διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔ ται εἰ καταπάτημα. 15 iii 9–15 [θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθή σεται, οὕτως δὲ ὡς διὰ πυρός.] [Ὠριγένους] Ἐπεὶ οὐ μόνον γεώργιον ἀλλὰ καὶ θεοῦ οἰκοδομή ἐσμεν, ζητῶ τὸν ἀρχι τέκτονα τῆς οἰκοδομῆς καὶ τοὺς συνεργοῦντας αὐτῷ. τοῦτο γὰρ νοῶν ὁ ἀπόστολος φησὶ κατὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τὴν γὰρ ἐν Κορίνθῳ ἐκκλησίαν πρὸ τοῦ ἀποστόλου οὐδαμῶς <οὖσαν> ὑπέστησεν ὁ Παῦλος. καὶ ἐπειδὴ σχίσματα ἦν ἐν αὐτοῖς φησὶν ὅτι δοθείσης μοι χάριτος ὑπὸ τοῦ θεοῦ ὡς σοφὸς ἀρχιτέκτων ἔθηκα τὸν θεμέλιον, ἄλλος δὲ ἐποικοδομεῖ· εἰ γὰρ ἕτερος μετελθὼν ἐπὶ τὸν θεμέλιον τῆς ἐκκλησίας
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in epistulam i ad Corinthios (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam i ad Corinthios — new OET from PG 14 Greek.
Witnesses
- Copy-text PG 14 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.